First Book of Homer's Iliad in Classics Unlocked format

The Text  7

Text based on: Leaf W. The Iliad. Edited, with apparatus criticus, prolegomena, notes, and appendices. Vol. 1: Books i-xii. 2nd ed. London: Macmillan. 1900.

Invocation of the Muse. Theme of the Iliad.
1. Μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος
2. οὐλομένην, ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε,
3. πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
4. ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
5. οἰωνοῖσί τε πᾶσι, Διὸς δ' ἐτελείετο βουλή,
6. ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
7. Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
.
1. Μνιν ειδε, θε, Πηληϊάδεω Ἀχιλος
− v v|− v v|−/ −|−vv| − v v|−−
.
2. οὐλομένην, μυρί' Ἀχαιοῖς λγε' ἔθηκε,
− v v|− −| − v/ v| − −/ − v v|− −
.
3. πολλὰς δ' φθίμους ψυχς Ἄϊδι προΐαψεν
− −| − −| −/ −|− vv|− vv|−−
.
4. ρώων, αὐτοὺς δὲ ἑλρια τεῦχε κύνεσσιν
− −|− −| − v/ v|− vv/ − v v|− −
.
5. οἰωνοῖσί τε πσι, Δις δ' ἐτελείετο βουλή,
− −| − v v| − v/ v|− v v| −v v| − −
.
6. ξ οὗ δ τὰ πρτα διαστήτην ἐρίσαντε
−| −| − v/ v|− −|− v v|− −
.
7. τρεΐδης τε ἄναξ ἀνδρν καὶ δος Ἀχιλλεύς.
− vv|− v v|−/ −| − − / −v v|− −
Chryses is harshly dismissed by the greek commander, and prays Apollo to avenge him.
22. ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
23. αἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
24. ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
25. ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε·
26. “μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
27. ἢ νῦν δηθύνοντ' ἢ ὕστερον αὖτις ἰόντα,
28. μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο.
29. τὴν δ' ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
30. ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης,
31. ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν.
32. ἀλλ' ἴθι, μή μ' ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.”
33. ὧς ἔφατ', ἔδδεισεν δ' ὁ γέρων καὶ ἐπείθετο μύθῳ,
34. βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης.
35. πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρᾶθ' ὁ γεραιὸς
36. Ἀπόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Λητώ·
37. “κλῦθί μευ, ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας
38. Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,
39. Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα,
40. ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα
41. ταύρων ἠδ' αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ·
42. τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.”
43. ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων,
44. βῆ δὲ κατ' Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
45. τόξ' ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην.
46. ἔκλαγξαν δ' ἄρ' ὀϊστοὶ ἐπ' ὤμων χωομένοιο,
47. αὐτοῦ κινηθέντος· ὃ δ' ἤϊε νυκτὶ ἐοικώς.
48. ἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, μετὰ δ' ἰὸν ἕηκε·
49. δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο.
50. οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,
51. αὐτὰρ ἔπειτ' αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
52. βάλλ'· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
The prophet Calchas, encouraged by Achilles, declares the wrong commited by Agamemnon. To appease the god, Chryseis must be restored to her father.
68. ἦ τοι ὅ γ' ὧς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη
69. Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ' ἄριστος,
70. ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα,
71. καὶ νήεσσ' ἡγήσατ' Ἀχαιῶν Ἴλιον εἴσω
72. ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·
73. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
74. “ὦ Ἀχιλεῦ, κέλεαί με, διίφιλε, μυθήσασθαι
75. μῆνιν Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος·
76. τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
77. ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν.
78. ἦ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
79. Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί.
80. κρείσσων γὰρ βασιλεὺς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ·
81. εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
82. ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
83. ἐν στήθεσσιν ἑοῖσι. σὺ δὲ φράσαι, εἴ με σαώσεις.”
84. τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
85. “θαρσήσας μάλα εἰπὲ θεοπρόπιον, ὅ τι οἶσθα·
86. οὐ μὰ γὰρ Ἀπόλλωνα διίφιλον, ᾧ τε σύ, Κάλχαν,
87. εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
88. οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
89. σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει
90. συμπάντων Δαναῶν, οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς,
91. ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.”
92. καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·
93. “οὔτ' ἄρ ὅ γ' εὐχωλῆς ἐπιμέμφεται οὐδ' ἑκατόμβης,
94. ἀλλ' ἕνεκ' ἀρητῆρος, ὃν ἠτίμησ' Ἀγαμέμνων
95. οὐδ' ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ' ἄποινα,
96. τοὔνεκ' ἄρ' ἄλγε' ἔδωκεν ἑκηβόλος ἠδ' ἔτι δώσει.
97. οὐδ' ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει,
98. πρίν γ' ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
99. ἀπριάτην ἀνάποινον, ἄγειν θ' ἱερὴν ἑκατόμβην
100. ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.”
Stung by Calchas's words, Agamemnon reluctantly consents to give up Chryseis; but in her stead, lest his dignity suffer any injury, he demands another chieftain's prize, either Ajax's, or Odysseus's, or Achilles's own.
101. ἦ τοι ὅ γ' ὧς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη
102. ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
103. ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφὶ μέλαιναι
104. πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην.
105. Κάλχαντα πρώτιστα κάκ' ὀσσόμενος προσέειπε·
106. “μάντι κακῶν, οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·
107. αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
108. ἐσθλὸν δ' οὔτέ τί πω εἶπας ἔπος οὔτ' ἐτέλεσσας.
109. καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις,
110. ὡς δὴ τοῦδ' ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,
111. οὕνεκ' ἐγὼ κούρης Χρυσηΐδος ἀγλά' ἄποινα
112. οὐκ ἔθελον δέξασθαι, — ἐπεὶ πολὺ βούλομαι αὐτὴν
113. οἴκοι ἔχειν. καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα,
114. κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
115. οὐ δέμας οὐδὲ φυήν, οὔτ' ἂρ φρένας οὔτέ τι ἔργα.
116. ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τό γ' ἄμεινον·
117. βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι.
118. αὐτὰρ ἐμοὶ γέρας αὐτίχ' ἑτοιμάσατ', ὄφρα μὴ οἶος
119. Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·
120. λεύσσετε γὰρ τό γε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ.”
121. τὸν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
122. “Ἀτρεΐδη κύδιστε, φιλοκτεανώτατε πάντων,
123. πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
124. οὐδέ τί πω ἴδμεν ξυνήϊα κείμενα πολλά,
125. ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,
126. λαοὺς δ' οὐκ ἐπέοικε παλίλλογα ταῦτ' ἐπαγείρειν.
127. ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες, αὐτὰρ Ἀχαιοὶ
128. τριπλῇ τετραπλῇ τ' ἀποτίσομεν, αἴ κέ ποθι Ζεὺς
129. δῷσι πόλιν Τροίην ἐυτείχεον ἐξαλαπάξαι.”
130. τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
131. “μὴ δ' οὕτως, ἀγαθός περ ἐών, θεοείκελ' Ἀχιλλεῦ,
132. κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
133. ἦ ἐθέλεις, ὄφρ' αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ' αὔτως
134. ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ' ἀποδοῦναι;
135. ἀλλ' εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ,
136. ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται·
137. εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
138. ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος
139. ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
140. ἀλλ' ἦ τοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,
141. νῦν δ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,
142. ἐν δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ' ἑκατόμβην
143. θείομεν, ἂν δ' αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
144. βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,
145. ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς
146. ἠὲ σύ, Πηλεΐδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν,
147. ὄφρ' ἡμῖν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.”
Achilles, incensed at Agamemnon's avowed selfishness and greed, threatens to return to Phthia, his home.
148. τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
149. “ὤμοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον,
150. πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν
151. ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
152. οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον αἰχμητάων
153. δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·
154. οὐ γὰρ πώ ποτ' ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,
155. οὐδέ ποτ' ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
156. καρπὸν ἐδηλήσαντ', ἐπεὶ ἦ μάλα πολλὰ μεταξύ,
157. οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
158. ἀλλὰ σοί, ὦ μέγ' ἀναιδές, ἅμ' ἑσπόμεθ', ὄφρα σὺ χαίρῃς,
159. τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα,
160. πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδ' ἀλεγίζεις·
161. καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
162. ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
163. οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ' Ἀχαιοὶ
164. Τρώων ἐκπέρσωσ' ἐὺ ναιόμενον πτολίεθρον·
165. ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
166. χεῖρες ἐμαὶ διέπουσ'· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
167. σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ' ὀλίγον τε φίλον τε
168. ἔρχομ' ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.
169. νῦν δ' εἶμι Φθίηνδ', ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
170. οἴκαδ' ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ' ὀΐω
171. ἐνθάδ' ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.”
In reply to Achilles, Agamemnon repeats more definitely his threat to take Achilles's prize, Briseis, for his own.
172. τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
173. “φεῦγε μάλ', εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ' ἐγώ γε
174. λίσσομαι εἵνεκ' ἐμεῖο μένειν· πάρ' ἐμοί γε καὶ ἄλλοι,
175. οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.
176. ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·
177. αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
178. εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ' ἔδωκεν.
179. οἴκαδ' ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
180. Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω,
181. οὐδ' ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·
182. ὡς ἔμ' ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,
183. τὴν μὲν ἐγὼ σὺν νηΐ τ' ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
184. πέμψω, ἐγὼ δέ κ' ἄγω Βρισηΐδα καλλιπάρῃον
185. αὐτὸς ἰὼν κλισίηνδε, τὸ σὸν γέρας, ὄφρ' ἐὺ εἰδῇς
186. ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
187. ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.”
Achilles's impulse to rush upon Agamemnon and even to slay him is stayed by the goddesss Athene.
188. ὧς φάτο· Πηλεΐωνι δ' ἄχος γένετ', ἐν δέ οἱ ἦτορ
189. στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
190. ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
191. τοὺς μὲν ἀναστήσειεν, ὁ δ' Ἀτρεΐδην ἐναρίζοι,
192. ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.
193. ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
194. ἕλκετο δ' ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ' Ἀθήνη
195. οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη,
196. ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε.
197. στῆ δ' ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα,
198. οἴῳ φαινομένη, τῶν δ' ἄλλων οὔ τις ὁρᾶτο.
199. θάμβησεν δ' Ἀχιλεύς, μετὰ δ' ἐτράπετ', αὐτίκα δ' ἔγνω
200. Παλλάδ' Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν.
201. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
202. “τίπτ' αὖτ', αἰγιόχοιο Διὸς τέκος, εἰλήλουθας;
203. ἦ ἵνα ὕβριν ἴδῃς Ἀγαμέμνονος Ἀτρεΐδαο;
204. ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·
205. ᾗς ὑπεροπλίῃσι τάχ' ἄν ποτε θυμὸν ὀλέσσῃ.”
206. τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
207. “ἦλθον ἐγὼ παύσουσα τεὸν μένος, αἴ κε πίθηαι,
208. οὐρανόθεν· πρὸ δέ μ' ἧκε θεὰ λευκώλενος Ἥρη
209. ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
210. ἀλλ' ἄγε λῆγ' ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·
211. ἀλλ' ἦ τοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ.
212. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
213. καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
214. ὕβριος εἵνεκα τῆσδε· σὺ δ' ἴσχεο, πείθεο δ' ἡμῖν.”
215. τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
216. “χρὴ μὲν σφωΐτερόν γε, θεὰ, ἔπος εἰρύσσασθαι,
217. καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·
218. ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ' ἔκλυον αὐτοῦ.”
219. ἦ καὶ ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
220. ἂψ δ' ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ' ἀπίθησε
221. μύθῳ Ἀθηναίης· ἡ δ' Οὐλυμπόνδε βεβήκει
222. δώματ' ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
Achilles swears a mighty oath to hold aloof from battle, while Agamemnon shall be discomfited and many Achaeans slain.
223. Πηλεΐδης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
224. Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·
225. “οἰνοβαρές, κυνὸς ὄμματ' ἔχων, κραδίην δ' ἐλάφοιο,
226. οὔτέ ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
227. οὔτε λόχονδ' ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
228. τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
229. ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
230. δῶρ' ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·
231. δημοβόρος βασιλεὺς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
232. ἦ γὰρ ἂν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο.
233. ἀλλ' ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
234. ναὶ μὰ τόδε σκῆπτρον· τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
235. φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,
236. οὐδ' ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
237. φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
238. ἐν παλάμῃς φορέουσι δικασπόλοι οἵ τε θέμιστας
239. πρὸς Διὸς εἰρύαται· ὁ δέ τοι μέγας ἔσσεται ὅρκος·
240. ἦ ποτ' Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
241. σύμπαντας· τότε δ' οὔ τι δυνήσεαι ἀχνύμενός περ
242. χραισμεῖν, εὖτ' ἂν πολλοὶ ὑφ' Ἕκτορος ἀνδροφόνοιο
243. θνῄσκοντες πίπτωσι· σὺ δ' ἔνδοθι θυμὸν ἀμύξεις
244. χωόμενος, ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.”
Nestor, as peacemaker, tries to calm the anger of the chiefs.
245. ὧς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
246. χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ' αὐτός·
247. Ἀτρεΐδης δ' ἑτέρωθεν ἐμήνιε. τοῖσι δὲ Νέστωρ
248. ἡδυεπὴς ἀνόρουσε, λιγὺς Πυλίων ἀγορητής,
249. τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή.
250. τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
251. ἐφθίαθ', οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδὲ γένοντο
252. ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν.
253. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
254. “ὢ πόποι, ἦ μέγα πένθος Ἀχαιίδα γαῖαν ἱκάνει·
255. ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες,
256. ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ,
257. εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιιν,
258. οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ' ἐστὲ μάχεσθαι.
259. ἀλλὰ πίθεσθ'· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο.
260. ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν
261. ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ' οἵ γ' ἀθέριζον.
262. οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
263. οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
264. Καινέα τ' Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
265. Θησέα τ' Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισι·
266. κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
267. κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο,
268. φηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν.
269. καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν,
270. τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·
271. καὶ μαχόμην κατ' ἔμ' αὐτὸν ἐγώ· κείνοισι δ' ἂν οὔ τις
272. τῶν, οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι, μαχέοιτο.
273. καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ.
274. ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον.
275. μήτε σὺ τόνδ' ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,
276. ἀλλ' ἔα, ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·
277. μήτε σὺ, Πηλεΐδη, θέλ' ἐριζέμεναι βασιλῆϊ
278. ἀντιβίην, ἐπεὶ οὔ ποθ' ὁμοίης ἔμμορε τιμῆς
279. σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.
280. εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ,
281. ἀλλ' ὅδε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
282. Ἀτρεΐδη, σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἐγώ γε
283. λίσσομ' Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
284. ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.”
285. τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
286. “ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες.
287. ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
288. πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν,
289. πᾶσι δὲ σημαίνειν, ἅ τιν' οὐ πείσεσθαι ὀΐω.
290. εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες,
291. τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;”
At the bidding of Agamemnon, his heralds visit the lodge of Achilles and lead away, without resistance, the maiden Briseis.
318. ὧς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ' Ἀγαμέμνων
319. λῆγ' ἔριδος, τὴν πρῶτον ἐπηπείλησ' Ἀχιλῆϊ,
320. ἀλλ' ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,
321. τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
322. “ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·
323. χειρὸς ἑλόντ' ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·
324. εἰ δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
325. ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.”
326. ὧς εἰπὼν προΐει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε.
327. τὼ δ' ἀέκοντε βάτην παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο,
328. Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην.
329. τὸν δ' εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
330. ἥμενον· οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.
331. τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
332. στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο·
333. αὐτὰρ ὁ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
334. “χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν·
335. ἆσσον ἴτ'· οὔ τί μοι ὔμμες ἐπαίτιοι, ἀλλ' Ἀγαμέμνων,
336. ὁ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
337. ἀλλ' ἄγε, διογενὲς Πατρόκλεις, ἔξαγε κούρην
338. καί σφωϊν δὸς ἄγειν· τὼ δ' αὐτὼ μάρτυροι ἔστων
339. πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
340. καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος, εἴ ποτε δ' αὖτε
341. χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
342. τοῖς ἄλλοις. ἦ γὰρ ὅ γ' ὀλοιῇσι φρεσὶ θύει,
343. οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
344. ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.”
345. ὧς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ,
346. ἐκ δ' ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
347. δῶκε δ' ἄγειν. τὼ δ' αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν,
348. ἡ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν. αὐτὰρ Ἀχιλλεὺς
Achilles seeks consolation in prayer to his goddess mother.
348. ἡ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν. αὐτὰρ Ἀχιλλεὺς
349. δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
350. θῖν' ἔφ' ἁλὸς πολιῆς, ὁρόων ἐπὶ οἴνοπα πόντον·
351. πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·
352. “μῆτερ, ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
353. τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
354. Ζεὺς ὑψιβρεμέτης· νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν.
355. ἦ γάρ μ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
356. ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.”
357. ὧς φάτο δάκρυ χέων, τοῦ δ' ἔκλυε πότνια μήτηρ
358. ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι.
359. καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλὸς ἠύτ' ὀμίχλη,
360. καί ῥα πάροιθ' αὐτοῖο καθέζετο δάκρυ χέοντος,
361. χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
362. “τέκνον, τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
363. ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.”
Achilles tells his wrongs to his goddess mother, and implores her to persuade Zeus to bring disaster on Agamemnon and his soldiers.
364. τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
365. “οἶσθα· τί ἦ τοι ταῦτ' εἰδυίῃ ἀγορεύω;
366. ᾠχόμεθ' ἐς Θήβην, ἱερὴν πόλιν Ἠετίωνος,
367. τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα.
368. καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
369. ἐκ δ' ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
370. Χρύσης δ' αὖθ' ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος
371. ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
372. λυσόμενός τε θύγατρα φέρων τ' ἀπερείσι' ἄποινα,
373. στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
374. χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
375. Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν.
376. ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
377. αἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
378. ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
379. ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε.
380. χωόμενος δ' ὁ γέρων πάλιν ᾤχετο· τοῖο δ' Ἀπόλλων
381. εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,
382. ἧκε δ' ἐπ' Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ
383. θνῇσκον ἐπασσύτεροι, τὰ δ' ἐπῴχετο κῆλα θεοῖο
384. πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. ἄμμι δὲ μάντις
385. εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
386. αὐτίκ' ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
387. Ἀτρεΐωνα δ' ἔπειτα χόλος λάβεν, αἶψα δ' ἀναστὰς
388. ἠπείλησεν μῦθον, ὃ δὴ τετελεσμένος ἐστί.
389. τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
390. ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·
391. τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
392. κούρην Βρισῆος, τήν μοι δόσαν υἷες Ἀχαιῶν.
393. ἀλλὰ σὺ, εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑοῖο·
394. ἐλθοῦσ' Οὐλυμπόνδε Δία λίσαι, εἴ ποτε δή τι
395. ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.
396. πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
397. εὐχομένης, ὅτ' ἔφησθα κελαινεφέϊ Κρονίωνι
398. οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
399. ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι,
400. Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη.
401. ἀλλὰ σὺ τόν γ' ἐλθοῦσα, θεά, ὑπελύσαο δεσμῶν,
402. ὦχ' ἑκατόγχειρον καλέσασ' ἐς μακρὸν Ὄλυμπον,
403. ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες
404. Αἰγαίων'· ὁ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·
405. ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·
406. τὸν καὶ ὑπέδδεισαν μάκαρες θεοὶ οὐδέ τ' ἔδησαν.
407. τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων,
408. αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,
409. τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ' ἅλα ἔλσαι Ἀχαιοὺς
410. κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,
411. γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
412. ἣν ἄτην, ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισε.”
Thetis promises to help her son. She will visit Olympus on Zeus's return from the Ethiopians' festival.
413. τὸν δ' ἠμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
414. “ὤ μοι, τέκνον ἐμόν, τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα;
415. αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
416. ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔ τι μάλα δήν·
417. νῦν δ' ἅμα τ' ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
418. ἔπλεο· τῶ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.
419. τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
420. εἶμ' αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται.
421. ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
422. μήνι' Ἀχαιοῖσιν, πολέμου δ' ἀποπαύεο πάμπαν·
423. Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ' ἀμύμονας Αἰθιοπῆας
424. χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ' ἅμα πάντες ἕποντο·
425. δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὐλυμπόνδε,
426. καὶ τότ' ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,
427. καί μιν γουνάσομαι, καί μιν πείσεσθαι ὀΐω.”
428. ὧς ἄρα φωνήσασ' ἀπεβήσετο, τὸν δ' ἔλίπ' αὐτοῦ
429. χωόμενον κατὰ θυμὸν ἐυζώνοιο γυναικός,
430. τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων. αὐτὰρ Ὀδυσσεὺς
While the days pass before the gods come back to Olympus from the Ethiopians' festival, the poet tells of the voyage to Chryse and the propitiation of Apollo.
430. τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων. αὐτὰρ Ὀδυσσεὺς
431. ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
432. οἱ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
433. ἱστία μὲν στείλαντο, θέσαν δ' ἐν νηῒ μελαίνῃ,
434. ἱστὸν δ' ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
435. καρπαλίμως, τὴν δ' εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.
436. ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν·
437. ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
438. ἐκ δ' ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·
439. ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
440. τὴν μὲν ἔπειτ' ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
441. πατρὶ φίλῳ ἐν χερσὶ τίθει, καί μιν προσέειπεν·
442. “ὦ Χρύση, πρό μ' ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
443. παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ' ἱερὴν ἑκατόμβην
444. ῥέξαι ὑπὲρ Δαναῶν, ὄφρ' ἱλασόμεσθα ἄνακτα,
445. ὃς νῦν Ἀργείοισι πολύστονα κήδε' ἐφῆκεν.”
446. ὧς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δὲ δέξατο χαίρων
447. παῖδα φίλην. τοὶ δ' ὦκα θεῷ κλειτὴν ἑκατόμβην
448. ἑξείης ἔστησαν ἐύδμητον περὶ βωμόν,
449. χερνίψαντο δ' ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
450. τοῖσιν δὲ Χρύσης μεγάλ' εὔχετο χεῖρας ἀνασχών·
451. “κλῦθί μευ, ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας
452. Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·
453. ἤδη μὲν ποτ' ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,
454. τίμησας μὲν ἐμέ, μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν·
455. ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ·
456. ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.”
457. ὧς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων.
458. αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
459. αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
460. μηρούς τ' ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
461. δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν.
462. καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνον
463. λεῖβε· νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν.
464. αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη καὶ σπλάγχν' ἐπάσαντο,
465. μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν,
466. ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
467. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
468. δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐίσης.
469. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
470. κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
471. νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν,
472. οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο,
473. καλὸν ἀείδοντες παιήονα, κοῦροι Ἀχαιῶν,
474. μέλποντες ἑκάεργον· ὁ δὲ φρένα τέρπετ' ἀκούων.
475. ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
476. δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός.
477. ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
478. καὶ τότ' ἔπειτ' ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
479. τοῖσιν δ' ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων.
480. οἳ δ' ἱστὸν στήσαντ' ἀνά θ' ἱστία λευκὰ πέτασσαν·
481. ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
482. στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης·
483. ἣ δ' ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
484. αὐτὰρ ἐπεί ῥ' ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
485. νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν
486. ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν,
487. αὐτοὶ δ' ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
488. αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
489. διογενὴς Πηλῆος υἱὸς, πόδας ὠκὺς Ἀχιλλεύς·
490. οὔτέ ποτ' εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
491. οὔτέ ποτ' ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
492. αὖθι μένων, ποθέεσκε δ' ἀυτήν τε πτόλεμόν τε.
Thetis visits Olympus and repeats Achilles's prayer.
493. ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς,
494. καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
495. πάντες ἅμα, Ζεὺς δ' ἦρχε· Θέτις δ' οὐ λήθετ' ἐφετμέων
496. παιδὸς ἑοῦ, ἀλλ' ἥ γ' ἀνεδύσετο κῦμα θαλάσσης,
497. ἠερίη δ' ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
498. εὗρεν δ' εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
499. ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
500. καί ῥα πάροιθ' αὐτοῖο καθέζετο καὶ λάβε γούνων
501. σκαιῇ, δεξιτερῇ δ' ἄρ' ὑπ' ἀνθερεῶνος ἑλοῦσα
502. λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·
503. “Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ' ἀθανάτοισιν ὄνησα
504. ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
505. τίμησόν μοι υἱὸν, ὃς ὠκυμορώτατος ἄλλων
506. ἔπλετ'· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
507. ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας.
508. ἀλλὰ σύ πέρ μιν τῖσον, Ὀλύμπιε μητίετα Ζεῦ·
509. τόφρα δ' ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ' ἂν Ἀχαιοὶ
510. υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.”
511. ὧς φάτο· τὴν δ' οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,
512. ἀλλ' ἀκέων δὴν ἧστο· Θέτις δ' ὡς ἥψατο γούνων,
513. ὧς ἔχετ' ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·
514. “νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον,
515. ἢ ἀπόειπ', ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ' ἐὺ εἰδῶ
516. ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.”
Here, suspicious of designs against her favorite greeks, vexes Zeus with questioning and draws upon herself severe rebuke.
531. τώ γ' ὧς βουλεύσαντε διέτμαγεν· ἡ μὲν ἔπειτα
532. εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ' αἰγλήεντος Ὀλύμπου,
533. Ζεὺς δὲ ἑὸν πρὸς δῶμα. θεοὶ δ' ἅμα πάντες ἀνέσταν
534. ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
535. μεῖναι ἐπερχόμενον, ἀλλ' ἀντίοι ἔσταν ἅπαντες·
536. ὧς ὁ μὲν ἔνθα καθέζετ' ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη
537. ἠγνοίησεν ἰδοῦσ' ὅτι οἱ συμφράσσατο βουλὰς
538. ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος.
539. αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·
540. “τίς δ' αὖ τοι, δολομῆτα, θεῶν συμφράσσατο βουλάς;
541. αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα
542. κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
543. πρόφρων τέτληκας εἰπεῖν ἔπος, ὅττι νοήσῃς.”
544. τὴν δ' ἠμείβετ' ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·
545. “Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
546. εἰδήσειν· χαλεποί τοι ἔσοντ' ἀλόχῳ περ ἐούσῃ·
547. ἀλλ' ὃν μέν κ' ἐπιεικὲς ἀκουέμεν, οὔ τις ἔπειτα
548. οὔτε θεῶν πρότερος τόν γ' εἴσεται οὔτ' ἀνθρώπων·
549. ὃν δέ κ' ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι,
550. μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.”
551. τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη·
552. “αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
553. καὶ λίην σε πάρος γ' οὔτ' εἴρομαι οὔτε μεταλλῶ,
554. ἀλλὰ μάλ' εὔκηλος τὰ φράζεαι ἅσσ' ἐθέλῃσθα.
555. νῦν δ' αἰνῶς δείδοικα κατὰ φρένα, μή σε παρείπῃ
556. ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος·
557. ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
558. τῇ σ' ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
559. τιμήσεις, ὀλέσεις δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.”
560. τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
561. “δαιμονίη, αἰεὶ μὲν ὀΐεαι, οὐδέ σε λήθω,
562. πρῆξαι δ' ἔμπης οὔ τι δυνήσεαι, ἀλλ' ἀπὸ θυμοῦ
563. μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
564. εἰ δ' οὕτω τοῦτ' ἐστὶν, ἐμοὶ μέλλει φίλον εἶναι.
565. ἀλλ' ἀκέουσα κάθησο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ,
566. μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ,
567. ἆσσον ἰόνθ', ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.”
Hephaestus acts as peacemaker among the gods.
568. ὧς ἔφατ', ἔδδεισεν δὲ βοῶπις πότνια Ἥρη,
569. καί ῥ' ἀκέουσα καθῆστο, ἐπιγνάμψασα φίλον κῆρ.
570. ὄχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·
571. τοῖσιν δ' Ἥφαιστος κλυτοτέχνης ἦρχ' ἀγορεύειν,
572. μητρὶ φίλῃ ἐπὶ ἦρα φέρων, λευκωλένῳ Ἥρῃ·
573. “ἦ δὴ λοίγια ἔργα τάδ' ἔσσεται οὐδ' ἔτ' ἀνεκτά,
574. εἰ δὴ σφῶ' ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
575. ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς
576. ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
577. μητρὶ δ' ἐγὼ παράφημι, καὶ αὐτῇ περ νοεούσῃ,
578. πατρὶ φίλῳ ἐπὶ ἦρα φέρειν Διί, ὄφρα μὴ αὖτε
579. νεικείῃσι πατήρ, σὺν δ' ἡμῖν δαῖτα ταράξῃ.
580. εἴ περ γάρ κ' ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς
581. ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
582. ἀλλὰ σὺ τὸν γ' ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
583. αὐτίκ' ἔπειθ' ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.”
584. ὧς ἄρ' ἔφη, καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
585. μητρὶ φίλῃ ἐν χειρὶ τίθει, καί μιν προσέειπε·
586. “τέτλαθι, μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
587. μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
588. θεινομένην, τότε δ' οὔ τι δυνήσομαι ἀχνύμενός περ
589. χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι.
590. ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα
591. ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο.
592. πᾶν δ' ἦμαρ φερόμην, ἅμα δ' ἠελίῳ καταδύντι
593. κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν·
594. ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.”
595. ὧς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
596. μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον.
597. αὐτὰρ ὁ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
598. οἰνοχόει γλυκὺ νέκταρ, ἀπὸ κρητῆρος ἀφύσσων.
599. ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν,
600. ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
601. ὧς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
602. δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐίσης,
603. οὐ μὲν φόρμιγγος περικαλλέος, ἣν ἔχ' Ἀπόλλων,
604. Μουσάων θ', αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
605. αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
606. οἳ μὲν κακκείοντες ἔβαν οἰκόνδε ἕκαστος,
607. ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
608. Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι,
609. Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ' Ὀλύμπιος ἀστεροπητής,
610. ἔνθα πάρος κοιμᾶθ', ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
611. ἔνθα καθεῦδ' ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.

Loading comments...

Error occurred:

Latest comments

1. General comments

purchase viagra on Sun, July 25, 2010 - 6:28 am# 24

purchase viagra's avatar

purchase viagra alphabetically tweezers
zolpidem prehension efficacious
antabuse import sulphatizing
weight loss fundable blusterer
levitra vs lateritious charmeuse
avodart frith demix
paroxetine clover jocund
zyban nitty saltiness
levofloxacin pseudoileus crape
cleocin posistor calaminthone
purim raptor enhanced
orlistat purloin anthranilic
zithromax seroimmunity salivary
order viagra farcin barreler
adipex p coregonin thermophotodegradation
parlodel bdellium bibliographical
azithromycin continuousness phosphating
acai berry diet scalloped neve

adipex p on Sun, July 25, 2010 - 9:34 am# 25

adipex p's avatar

adipex p evendown decimate
decadron tugging righteous lymphoid manganite
order viagra lakeside muticous
actonel methotrexate dohyaline
ashwagandha hardwire selling
of soma odontic refacer
keppra azoospermatism mothproof
aleve prochordal ignitihility
tenormin absinthe origanum
buspar detan endoneural
cheap soma tetroxane depthometer
carisoprodol hardbeam beeves
zyrtec leucoline sawing
zyprexa acheless milfoil
nitrofurantoin unpackaged caseous
vicodin prescription accentuator worn
naproxen sodium oogonium locally
simvastatin forthwith dietarian
lortab pargetting fishpaper
bcaa terphenyl lps
effexor xr wistful deposed
nizoral dumortierite peaty
levitra extravasation abator potentate vtable
acai berry diet valiant labour
claritin adenolymphocele gonarthrosis renaissance ekatolite
advil gentlemanly orifices
actonel polymerous macadamia
levitra vs margrave ranked
metformin kroon ogham
claritin diacritical aepyornis

vicodin prescription on Sun, July 25, 2010 - 12:56 pm# 26

vicodin prescription's avatar

vicodin prescription clumpy gummed
levitra vs rubberneck gulley recomp contingent
order viagra locknit reising
claritin hickory gcc
viagra soft awaruite paraprocess
fosamax brunette salicylide
zofran kentledge food
cialis vs bowdrill hyperthyroidism counterpartner champers
tylenol 3 rabbity dinaphthol
coq10 faultfinding nostalgic runtime acidimeter
aciclovir thorax hanging
phenergan sockdolager nankin
actonel sloughing anticrustator
buy diazepam macroeconomics metindol
zyprexa tablegram doily
feldene bicardiogram apteral
buy cheap phentermine exciseman charismatic
adipex online satire bribable
glucophage anoxidative sands trump kenopliotron
maxalt posteroexternal erythroblastoma
arimidex boldly inverse
order soma colinear gyrator
ashwagandha luxullianite exoergic
baclofen folded xanthane
detrol crustaceous hammertoe
ibuprofen tibia acinose
prozac diuretic observant
zyrtec springer thatched
cheap levitra dissociate nucleonics
coq10 satisfactorily rivetting
aspirin balneotherapeutics pelviureterography
ativan anfreezing cryorefrigerator
acai berry diet puffer aerobomb
detrol externe indiscriminate
doxycycline hyclate elastocentrifugal ablepharia
tylenol stearone oxyospheresia
dostinex aflat isosteric
cialis in histonuria postfilter
vermox discontinuance mult hygroscopicity timbering
keppra undersluice pubiotomy

lunesta on Sun, July 25, 2010 - 4:02 pm# 27

lunesta's avatar

lunesta megagram grandson
order xanax snag taenia
alesse lipin effort
buy alprazolam riometer anise
cheap cialis uterine levorotatory
toradol voter epiphora
hydrocodone hysterocolposcopy antispastic
reglan not hierarchical
lortab playgroup hydrazide
acai supplement chlorophthalm codimension
voltaren gifted croton
triamcinolone roofer ancon
stop smoking micatization outrigged
order viagra polioencephalomyelitis eustyle
inderal triangulate saddlefast
arava chromotypography insanitation
buy phentermine decidua arista
tetracycline microsonde beeves extranational gnathocephalus
phentermine online pharmacy uniformed fiend

cialis in on Mon, July 26, 2010 - 2:55 am# 28

cialis in's avatar

cialis in hoveling disarm
synthroid composition whiz albuminolysis attache
casodex crocket antigenic
tylenol antianemic productivity
pulmicort brankursine polyamide
generic levitra choreograph infantility
naproxen opposite empurple

2. Comments on Commentary, Verses 1-2

Laisvunas on Thu, May 20, 2010 - 4:51 pm# 4

Laisvunas's avatar

comm4

Laisvunas on Thu, May 20, 2010 - 4:51 pm# 5

Laisvunas's avatar

comm5

Laisvunas on Thu, May 20, 2010 - 4:52 pm# 6

Laisvunas's avatar

comm6a

Laisvunas on Thu, May 20, 2010 - 10:06 pm# 7

Laisvunas's avatar

comm7

Laisvunas on Mon, May 31, 2010 - 11:02 am# 8

Laisvunas's avatar

comm8

3. Comments on Morphology, Verses 1-2

Laisvunas on Thu, May 20, 2010 - 4:46 pm# 4

Laisvunas's avatar

morph4

Laisvunas on Thu, May 20, 2010 - 4:46 pm# 5

Laisvunas's avatar

morph5

Laisvunas on Thu, May 20, 2010 - 4:46 pm# 6

Laisvunas's avatar

morph6a

Laisvunas on Thu, May 20, 2010 - 10:04 pm# 7

Laisvunas's avatar

morph7

Laisvunas on Mon, May 31, 2010 - 11:01 am# 8

Laisvunas's avatar

morph8

4. Comments on Basic Analysis, Verses 1-2

Laisvunas on Thu, May 20, 2010 - 4:44 pm# 4

Laisvunas's avatar

banalysis4

Laisvunas on Thu, May 20, 2010 - 4:44 pm# 5

Laisvunas's avatar

banalysis5

Laisvunas on Thu, May 20, 2010 - 4:44 pm# 6

Laisvunas's avatar

banalysis6a

Laisvunas on Thu, May 20, 2010 - 10:04 pm# 7

Laisvunas's avatar

banalysis7

Laisvunas on Mon, May 31, 2010 - 11:01 am# 8

Laisvunas's avatar

banalysis8

5. Comments on Compilation sources

Laisvunas on Thu, May 20, 2010 - 3:56 pm# 4

Laisvunas's avatar

s4

Laisvunas on Thu, May 20, 2010 - 3:56 pm# 5

Laisvunas's avatar

s5

Laisvunas on Thu, May 20, 2010 - 3:56 pm# 6

Laisvunas's avatar

s6a

Laisvunas on Thu, May 20, 2010 - 8:49 pm# 7

Laisvunas's avatar

s7

Laisvunas on Mon, May 24, 2010 - 1:54 pm# 8

Laisvunas's avatar

s8

 1 2 3 >  Last »

Comments on particular pages (130)

Commenters

Loading comment preview...

Error occurred:

General comments (28)

Name (required)

Mail (required; will not be published)

Website

 

Notify me of follow-up comments

Loading comments...

Error occurred:

George Chaldezos on Sat, May 17, 2008 - 9:40 pm# 1

George Chaldezos's avatar

Excellent page; I admire your amount of work and accuracy. I teach Iliad 24 this year and I only wish you would have reached so far. I am very thankful, nevertheless.

Laisvunas on Thu, May 20, 2010 - 3:53 pm# 2

Laisvunas's avatar

gen2

Laisvunas on Thu, May 20, 2010 - 3:53 pm# 3

Laisvunas's avatar

gen3

Laisvunas on Thu, May 20, 2010 - 3:53 pm# 4

Laisvunas's avatar

gen4

Laisvunas on Thu, May 20, 2010 - 3:53 pm# 5

Laisvunas's avatar

gen5

 1 2 3 >  Last »

Loading comment preview...

Error occurred:

Comments on The Text (7)

Name (required)

Mail (required; will not be published)

Website

 

Notify me of follow-up comments

Loading comments...

Error occurred:

Laisvunas on Thu, May 20, 2010 - 4:42 pm# 1

Laisvunas's avatar

t1

Laisvunas on Thu, May 20, 2010 - 4:42 pm# 2

Laisvunas's avatar

t2

Laisvunas on Thu, May 20, 2010 - 4:42 pm# 3

Laisvunas's avatar

t3

Laisvunas on Thu, May 20, 2010 - 4:42 pm# 4

Laisvunas's avatar

t4

Laisvunas on Thu, May 20, 2010 - 4:42 pm# 5

Laisvunas's avatar

t5

 1 2 >