|
|
1. Δήμητρ' ἠΰκομον σεμνὴν θεὰν ἄρχομ' ἀείδειν,
|
|
|
2. αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον ἣν Ἀϊδωνεὺς
|
|
|
3. ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
|
|
|
4. νόσφιν Δήμητρος χρυσαόρου ἀγλαοκάρπου
|
|
|
5. παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις,
|
|
|
6. ἄνθεά τ' αἰνυμένην ῥόδα καὶ κρόκον ἠδ' ἴα καλὰ
|
|
|
7. λειμῶν' ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ' ὑάκινθον
|
|
|
8. νάρκισσόν θ', ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
|
|
|
9. Γαῖα Διὸς βουλῇσι χαριζομένη πολυδέκτῃ
|
|
|
10. θαυμαστὸν γανόωντα, σέβας τότε πᾶσιν ἰδέσθαι
|
|
|
11. ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
|
|
|
12. τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει,
|
|
|
13. κὦζ' ἥδιστ' ὀδμή, πᾶς δ' οὐρανὸς εὐρὺς ὕπερθε
|
|
|
14. γαῖά τε πᾶσ' ἐγέλασσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
|
|
|
15. ἡ δ' ἄρα θαμβήσασ' ὠρέξατο χερσὶν ἅμ' ἄμφω
|
|
|
16. καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια
|
|
|
17. Νύσιον ἂμ πεδίον τῇ ὄρουσεν ἄναξ πολυδέγμων
|
|
|
18. ἵπποις ἀθανάτοισι Κρόνου πολυώνυμος υἱός.
|
|
|
19. ἁρπάξας δ' ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
|
|
|
20. ἦγ' ὀλοφυρομένην· ἰάχησε δ' ἄρ' ὄρθια φωνῇ
|
|
|
21. κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
|
|
|
22. οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
|
|
|
23. ἤκουσεν φωνῆς, οὐδ' ἀγλαόκαρποι ἐλαῖαι,
|
|
|
24. εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
|
|
|
25. ἄϊεν ἐξ ἄντρου Ἑκάτη λιπαροκρήδεμνος,
|
|
|
26. Ἠέλιός τε ἄναξ Ὑπερίονος ἀγλαὸς υἱός,
|
|
|
27. κούρης κεκλομένης πατέρα Κρονίδην· ὁ δὲ νόσφιν
|
|
|
28. ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ
|
|
|
29. δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
|
|
|
30. τὴν δ' ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι
|
|
|
31. πατροκασίγνητος πολυσημάντωρ πολυδέγμων
|
|
|
32. ἵπποις ἀθανάτοισι Κρόνου πολυώνυμος υἱός.
|
|
|
33. ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
|
|
|
34. λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
|
|
|
35. αὐγάς τ' ἠελίου, ἔτι δ' ἤλπετο μητέρα κεδνὴν
|
|
|
36. ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
|
|
|
37. τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
|
|
|
38. ἤχησαν δ' ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
|
|
|
39. φωνῇ ὑπ' ἀθανάτῃ, τῆς δ' ἔκλυε πότνια μήτηρ.
|
|
|
40. ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις
|
|
|
41. ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
|
|
|
42. κυάνεον δὲ κάλυμμα κατ' ἀμφοτέρων βάλετ' ὤμων,
|
|
|
43. σεύατο δ' ὥς τ' οἰωνὸς ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
|
|
|
44. μαιομένη· τῇ δ' οὔ τις ἐτήτυμα μυθήσασθαι
|
|
|
45. ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
|
|
|
46. οὔτ' οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
|
|
|
47. ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
|
|
|
48. στρωφᾶτ' αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
|
|
|
49. οὐδέ ποτ' ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
|
|
|
50. πάσσατ' ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
|
|
|
51. ἀλλ' ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς Ἠὼς
|
|
|
52. ἤντετό οἱ Ἑκάτη σέλας ἐν χείρεσσιν ἔχουσα,
|
|
|
53. καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
|
|
|
54. πότνια Δημήτηρ ὡρηφόρε ἀγλαόδωρε
|
|
|
55. τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
|
|
|
56. ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
|
|
|
57. φωνῆς γὰρ ἤκουσ', ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν
|
|
|
58. ὅς τις ἔην· σοὶ δ' ὦκα λέγω νημερτέα πάντα.
|
|
|
59. ὣς ἄρ' ἔφη Ἑκάτη· τὴν δ' οὐκ ἠμείβετο μύθῳ
|
|
|
60. Ῥείης ἠϋκόμου θυγάτηρ, ἀλλ' ὦκα σὺν αὐτῇ
|
|
|
61. ἤϊξ' αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
|
|
|
62. Ἠέλιον δ' ἵκοντο θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
|
|
|
63. στὰν δ' ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
|
|
|
64. Ἠέλι' αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
|
|
|
65. ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα.
|
|
|
66. κούρην τὴν ἔτεκον γλυκερὸν θάλος εἴδεϊ κυδρὴν
|
|
|
67. τῆς ἁδινὴν ὄπ' ἄκουσα δι' αἰθέρος ἀτρυγέτοιο
|
|
|
68. ὥς τε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
|
|
|
69. ἀλλὰ σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
|
|
|
70. αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,
|
|
|
71. νημερτέως μοι ἔνισπε φίλον τέκος εἴ που ὄπωπας
|
|
|
72. ὅς τις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
|
|
|
73. οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
|
|
|
74. ὣς φάτο, τὴν δ' Ὑπεριονίδης ἠμείβετο μύθῳ·
|
|
|
75. Ῥείης ἠϋκόμου θυγάτηρ Δήμητερ ἄνασσα
|
|
|
76. εἰδήσεις· δὴ γὰρ μέγα ἅζομαι ἠδ' ἐλεαίρω
|
|
|
77. ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος
|
|
|
78. αἴτιος ἀθανάτων εἰ μὴ νεφεληγερέτα Ζεύς,
|
|
|
79. ὅς μιν ἔδωκ' Ἀΐδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
|
|
|
80. αὐτοκασιγνήτῳ· ὁ δ' ὑπὸ ζόφον ἠερόεντα
|
|
|
81. ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
|
|
|
82. ἀλλὰ θεὰ κατάπαυε μέγαν γόον· οὐδέ τι σὲ χρὴ
|
|
|
83. μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
|
|
|
84. γαμβρὸς ἐν ἀθανάτοις πολυσημάντωρ Ἀϊδωνεὺς
|
|
|
85. αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν
|
|
|
86. ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη·
|
|
|
87. τοῖς μεταναιετάει τῶν ἔλλαχε κοίρανος εἶναι.
|
|
|
88. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο, τοὶ δ' ὑπ' ὀμοκλῆς
|
|
|
89. ῥίμφ' ἔφερον θοὸν ἅρμα τανύπτεροι ὥς τ' οἰωνοί·
|
|
|
90. τὴν δ' ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν.
|
|
|
91. χωσαμένη δ' ἤπειτα κελαινεφέϊ Κρονίωνι
|
|
|
92. νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
|
|
|
93. ᾤχετ' ἐπ' ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
|
|
|
94. εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
|
|
|
95. εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν
|
|
|
96. πρίν γ' ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
|
|
|
97. ὃς τότ' Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
|
|
|
98. ἕζετο δ' ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ
|
|
|
99. Παρθενίῳ φρέατι ὅθεν ὑδρεύοντο πολῖται
|
|
|
100. ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
|
|
|
101. γρηῒ παλαιγενέϊ ἐναλίγκιος, ἥ τε τόκοιο
|
|
|
102. εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
|
|
|
103. οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
|
|
|
104. παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
|
|
|
105. τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
|
|
|
106. ἐρχόμεναι μεθ' ὕδωρ εὐήρυτον ὄφρα φέροιεν
|
|
|
107. κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
|
|
|
108. τέσσαρες ὥς τε θεαὶ κουρήϊον ἄνθος ἔχουσαι,
|
|
|
109. Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τ' ἐρόεσσα
|
|
|
110. Καλλιθόη θ', ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·
|
|
|
111. οὐδ' ἔγνων· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
|
|
|
112. ἀγχοῦ δ' ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
|
|
|
113. τίς πόθεν ἐσσὶ γρηῢ παλαιγενέων ἀνθρώπων;
|
|
|
114. τίπτε δὲ νόσφι πόληος ἀπέστιχες οὐδὲ δόμοισι
|
|
|
115. πιλνᾷς; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
|
|
|
116. τηλίκαι ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
|
|
|
117. αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
|
|
|
118. ὣς ἔφαθ', ἡ δ' ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
|
|
|
119. τέκνα φίλ' αἵ τινές ἐστε γυναικῶν θηλυτεράων
|
|
|
120. χαίρετ', ἐγὼ δ' ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
|
|
|
121. ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
|
|
|
122. Δὼς ἐμοί γ' ὄνομ' ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ·
|
|
|
123. νῦν αὖτε Κρήτηθεν ἐπ' εὐρέα νῶτα θαλάσσης
|
|
|
124. ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δ' ἀέκουσαν ἀνάγκῃ
|
|
|
125. ἄνδρες ληϊστῆρες ἀπήγαγον. οἱ μὲν ἔπειτα
|
|
|
126. νηῒ θοῇ Θορικὸν δὲ κατέσχεθον, ἔνθα γυναῖκες
|
|
|
127. ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοὶ
|
|
|
128. δεῖπνον ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
|
|
|
129. ἀλλ' ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός,
|
|
|
130. λάθρῃ δ' ὁρμηθεῖσα δι' ἠπείροιο μελαίνης
|
|
|
131. φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
|
|
|
132. ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
|
|
|
133. οὕτω δεῦρ' ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα
|
|
|
134. ἥ τις δὴ γαῖ' ἐστὶ καὶ οἵ τινες ἐγγεγάασιν.
|
|
|
135. ἀλλ' ὑμῖν μὲν πάντες Ὀλύμπια δώματ' ἔχοντες
|
|
|
136. δοῖεν κουριδίους ἄνδρας καὶ τέκνα τεκέσθαι
|
|
|
137. ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δ' αὖτ' οἰκτείρατε κοῦραι
|
|
|
138. προφρονέως φίλα τέκνα τέων πρὸς δώμαθ' ἵκωμαι
|
|
|
139. ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
|
|
|
140. πρόφρων οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·
|
|
|
141. καί κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
|
|
|
142. καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
|
|
|
143. καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
|
|
|
144. δεσπόσυνον καί κ' ἔργα διαθρήσαιμι γυναικός.
|
|
|
145. φῆ ῥα θεά· τὴν δ' αὐτίκ' ἀμείβετο παρθένος ἀδμὴς
|
|
|
146. Καλλιδίκη Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
|
|
|
147. Μαῖα θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
|
|
|
148. τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσιν.
|
|
|
149. ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδ' ὀνομήνω
|
|
|
150. ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς,
|
|
|
151. δήμου τε προὔχουσιν, ἰδὲ κρήδεμνα πόληος
|
|
|
152. εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν.
|
|
|
153. ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
|
|
|
154. ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
|
|
|
155. καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο
|
|
|
156. τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
|
|
|
157. τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
|
|
|
158. εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
|
|
|
159. ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
|
|
|
160. εἰ δὲ θέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
|
|
|
161. ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
|
|
|
162. εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σ' ἀνώγῃ
|
|
|
163. ἡμέτερον δ' ἰέναι μηδ' ἄλλων δώματ' ἐρευνᾶν.
|
|
|
164. τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
|
|
|
165. ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
|
|
|
166. εἰ τόν γ' ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο
|
|
|
167. ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
|
|
|
168. ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
|
|
|
169. ὣς ἔφαθ'· ἡ δ' ἐπένευσε καρήατι, ταὶ δὲ φαεινὰ
|
|
|
170. πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
|
|
|
171. ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
|
|
|
172. ἔννεπον ὡς εἶδόν τε καὶ ἔκλυον. ἡ δὲ μάλ' ὦκα
|
|
|
173. ἐλθούσας ἐκέλευε καλεῖν ἐπ' ἀπείρονι μισθῷ.
|
|
|
174. αἱ δ' ὥς τ' ἢ ἔλαφοι ἢ πόρτιες ἤαρος ὥρῃ
|
|
|
175. ἅλλοντ' ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
|
|
|
176. ὣς αἱ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
|
|
|
177. ἤϊξαν κοίλην κατ' ἀμαξιτόν, ἀμφὶ δὲ χαῖται
|
|
|
178. ὤμοις ἀΐσσοντο κροκηΐῳ ἄνθει ὁμοῖαι.
|
|
|
179. τέτμον δ' ἐγγὺς ὁδοῦ κυδρὴν θεὰν ἔνθα πάρος περ
|
|
|
180. κάλλιπον· αὐτὰρ ἔπειτα φίλα πρὸς δώματα πατρὸς
|
|
|
181. ἡγεῦνθ', ἡ δ' ἄρ' ὄπισθε φίλον τετιημένη ἦτορ
|
|
|
182. στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη, ἀμφὶ δὲ πέπλος
|
|
|
183. κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
|
|
|
184. αἶψα δὲ δώμαθ' ἵκοντο διοτρεφέος Κελεοῖο,
|
|
|
185. βὰν δὲ δι' αἰθούσης ἔνθα σφίσι πότνια μήτηρ
|
|
|
186. ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
|
|
|
187. παῖδ' ὑπὸ κόλπῳ ἔχουσα νέον θάλος· αἱ δὲ παρ' αὐτὴν
|
|
|
188. ἔδραμον, ἡ δ' ἄρ' ἐπ' οὐδὸν ἔβη ποσὶ καί ῥα μελάθρου
|
|
|
189. κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
|
|
|
190. τὴν δ' αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
|
|
|
191. εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
|
|
|
192. ἀλλ' οὐ Δημήτηρ ὡρηφόρος ἀγλαόδωρος
|
|
|
193. ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
|
|
|
194. ἀλλ' ἀκέουσα ἔμιμνε κατ' ὄμματα καλὰ βαλοῦσα,
|
|
|
195. πρίν γ' ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδν' εἰδυῖα
|
|
|
196. πηκτὸν ἕδος, καθύπερθε δ' ἐπ' ἀργύφεον βάλε κῶας.
|
|
|
197. ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·
|
|
|
198. δηρὸν δ' ἄφθογγος τετιημένη ἧστ' ἐπὶ δίφρου,
|
|
|
199. οὐδέ τιν' οὔτ' ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
|
|
|
200. ἀλλ' ἀγέλαστος ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
|
|
|
201. ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
|
|
|
202. πρίν γ' ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδν' εἰδυῖα
|
|
|
203. πολλὰ παρασκώπτουσ' ἐτρέψατο πότνιαν ἁγνὴν
|
|
|
204. μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
|
|
|
205. ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
|
|
|
206. τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
|
|
|
207. πλήσασ', ἡ δ' ἀνένευσ'· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
|
|
|
208. πίνειν οἶνον ἐρυθρόν, ἄνωγε δ' ἄρ' ἄλφι καὶ ὕδωρ
|
|
|
209. δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
|
|
|
210. ἡ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν ὡς ἐκέλευε·
|
|
|
211. δεξαμένη δ' ὁσίης ἕνεκεν πολυπότνια Δηὼ
|
|
|
212. τῇσι δὲ μύθων ἦρχεν ἐΰζωνος Μετάνειρα·
|
|
|
213. χαῖρε γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπ' ἔολπα τοκήων
|
|
|
214. ἔμμεναι ἀλλ' ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
|
|
|
215. καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
|
|
|
216. ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
|
|
|
217. τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
|
|
|
218. νῦν δ' ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τ' ἐμοί περ.
|
|
|
219. παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
|
|
|
220. ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
|
|
|
221. εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο
|
|
|
222. ἦ ῥά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
|
|
|
223. ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
|
|
|
224. τὴν δ' αὖτε προσέειπεν ἐϋστέφανος Δημήτηρ·
|
|
|
225. καὶ σὺ γύναι μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν.
|
|
|
226. παῖδα δέ τοι πρόφρων ὑποδέξομαι ὥς με κελεύεις·
|
|
|
227. θρέψω, κοὔ μιν ἔολπα κακοφραδίῃσι τιθήνης
|
|
|
228. οὔτ' ἄρ' ἐπηλυσίη δηλήσεται οὔθ' ὑποτάμνον·
|
|
|
229. οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
|
|
|
230. οἶδα δ' ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
|
|
|
231. ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
|
|
|
232. χερσίν τ' ἀθανάτοισι· γεγήθει δὲ φρένα μήτηρ.
|
|
|
233. ὣς ἡ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
|
|
|
234. Δημοφόωνθ', ὃν ἔτικτεν ἐΰζωνος Μετάνειρα,
|
|
|
235. ἔτρεφεν ἐν μεγάροις· ὁ δ' ἀέξετο δαίμονι ἶσος
|
|
|
236. οὔτ' οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς]
|
|
|
237. . . . . . . . . . . . . . . . . Δημήτηρ
|
|
|
238. χρίεσκ' ἀμβροσίῃ ὡς εἰ θεοῦ ἐκγεγαῶτα,
|
|
|
239. ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·
|
|
|
240. νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠΰτε δαλὸν
|
|
|
241. λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμ' ἐτέτυκτο
|
|
|
242. ὡς προθαλὴς τελέθεσκε, θεοῖσι δὲ ἄντα ἐῴκει.
|
|
|
243. καί κέν μιν ποίησεν ἀγήρων τ' ἀθάνατόν τε
|
|
|
244. εἰ μὴ ἄρ' ἀφραδίῃσιν ἐΰζωνος Μετάνειρα
|
|
|
245. νύκτ' ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
|
|
|
246. σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
|
|
|
247. δείσασ' ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ,
|
|
|
248. καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
|
|
|
249. τέκνον Δημοφόων ξείνη σε πυρὶ ἔνι πολλῷ
|
|
|
250. κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
|
|
|
251. ὣς φάτ' ὀδυρομένη· τῆς δ' ἄϊε δῖα θεάων.
|
|
|
252. τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
|
|
|
253. παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
|
|
|
254. χείρεσσ' ἀθανάτῃσιν ἀπὸ ἕο θῆκε πέδον δὲ
|
|
|
255. ἐξανελοῦσα πυρὸς θυμῷ κοτέσασα μάλ' αἰνῶς,
|
|
|
256. καί ῥ' ἄμυδις προσέειπεν ἐΰζωνον Μετάνειραν·
|
|
|
257. νήϊδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτ' ἀγαθοῖο
|
|
|
258. αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·
|
|
|
259. καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς μήκιστον ἀάσθης.
|
|
|
260. ἴστω γὰρ θεῶν ὅρκος ἀμείλικτον Στυγὸς ὕδωρ
|
|
|
261. ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
|
|
|
262. παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
|
|
|
263. νῦν δ' οὐκ ἔσθ' ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι.
|
|
|
264. τιμὴ δ' ἄφθιτος αἰὲν ἐπέσσεται οὕνεκα γούνων
|
|
|
265. ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
|
|
|
266. ὥρῃσιν δ' ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
|
|
|
267. παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
|
|
|
268. αἰὲν ἐν ἀλλήλοισι συνάξουσ' ἤματα πάντα.
|
|
|
269. εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥ τε μέγιστον
|
|
|
270. ἀθανάτοις θνητοῖσί τ' ὄνεαρ καὶ χάρμα τέτυκται.
|
|
|
271. ἀλλ' ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπ' αὐτῷ
|
|
|
272. τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
|
|
|
273. Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ·
|
|
|
274. ὄργια δ' αὐτὴ ἐγὼν ὑποθήσομαι ὡς ἂν ἔπειτα
|
|
|
275. εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
|
|
|
276. ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
|
|
|
277. γῆρας ἀπωσαμένη, περί τ' ἀμφί τε κάλλος ἄητο·
|
|
|
278. ὀδμὴ δ' ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
|
|
|
279. σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
|
|
|
280. λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
|
|
|
281. αὐγῆς δ' ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς.
|
|
|
282. βῆ δὲ διὲκ μεγάρων, τῆς δ' αὐτίκα γούνατ' ἔλυντο,
|
|
|
283. δηρὸν δ' ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
|
|
|
284. μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
|
|
|
285. τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεεινήν,
|
|
|
286. κὰδ δ' ἄρ' ἀπ' εὐστρώτων λεχέων θόρον· ἡ μὲν ἔπειτα
|
|
|
287. παῖδ' ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ,
|
|
|
288. ἡ δ' ἄρα πῦρ ἀνέκαι', ἡ δ' ἔσσυτο πόσσ' ἁπαλοῖσι
|
|
|
289. μητέρ' ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
|
|
|
290. ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
|
|
|
291. ἀμφαγαπαζόμεναι· τοῦ δ' οὐ μειλίσσετο θυμός·
|
|
|
292. χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
|
|
|
293. αἱ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
|
|
|
294. δείματι παλλόμεναι· ἅμα δ' ἠοῖ φαινομένηφιν
|
|
|
295. εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
|
|
|
296. ὡς ἐπέτελλε θεὰ καλλιστέφανος Δημήτηρ.
|
|
|
297. αὐτὰρ ὅ γ' εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
|
|
|
298. ἤνωγ' ἠϋκόμῳ Δημήτερι πίονα νηὸν
|
|
|
299. ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
|
|
|
300. οἱ δὲ μάλ' αἶψ' ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
|
|
|
301. τεῦχον δ' ὡς ἐπέτελλ'· ὁ δ' ἀέξετο δαίμονος αἴσῃ.
|
|
|
302. αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο
|
|
|
303. βάν ῥ' ἴμεν οἴκαδ' ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
|
|
|
304. ἔνθα καθεζομένη μακάρων ἀπονόσφιν ἁπάντων
|
|
|
305. μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
|
|
|
306. αἰνότατον δ' ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
|
|
|
307. ποίησ' ἀνθρώποις καὶ κύντατον, οὐδέ τι γαῖα
|
|
|
308. σπέρμ' ἀνίει· κρύπτεν γὰρ ἐϋστέφανος Δημήτηρ.
|
|
|
309. πολλὰ δὲ καμπύλ' ἄροτρα μάτην βόες ἕλκον ἀρούραις,
|
|
|
310. πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ.
|
|
|
311. καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
|
|
|
312. λιμοῦ ὑπ' ἀργαλέης, γεράων τ' ἐρικυδέα τιμὴν
|
|
|
313. καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματ' ἔχοντας,
|
|
|
314. εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τ' ἐφράσσατο θυμῷ.
|
|
|
315. Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
|
|
|
316. Δήμητρ' ἠΰκομον πολυήρατον εἶδος ἔχουσαν.
|
|
|
317. ὣς ἔφαθ'· ἡ δὲ Ζηνὶ κελαινεφέϊ Κρονίωνι
|
|
|
318. πείθετο καὶ μεσσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
|
|
|
319. ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
|
|
|
320. εὗρεν δ' ἐν νηῷ Δημήτερα κυανόπεπλον,
|
|
|
321. καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·
|
|
|
322. Δήμητερ καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
|
|
|
323. ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
|
|
|
324. ἀλλ' ἴθι, μηδ' ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
|
|
|
325. ὣς φάτο λισσομένη· τῆς δ' οὐκ ἐπεπείθετο θυμός.
|
|
|
326. αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
|
|
|
327. πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες
|
|
|
328. κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα,
|
|
|
329. τιμάς θ' ἅς κ' ἐθέλοιτο μετ' ἀθανάτοισιν ἑλέσθαι·
|
|
|
330. ἀλλ' οὔ τις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
|
|
|
331. θυμῷ χωομένης, στερεῶς δ' ἠναίνετο μύθους.
|
|
|
332. οὐ μὲν γάρ ποτ' ἔφασκε θυώδεος Οὐλύμποιο
|
|
|
333. πρίν γ' ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
|
|
|
334. πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
|
|
|
335. αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεὺς
|
|
|
336. εἰς Ἔρεβος πέμψε χρυσόρραπιν ἀργεϊφόντην,
|
|
|
337. ὄφρ' Ἀΐδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
|
|
|
338. ἁγνὴν Περσεφόνειαν ἀπὸ ζόφου ἠερόεντος
|
|
|
339. ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
|
|
|
340. ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
|
|
|
341. Ἑρμῆς δ' οὐκ ἀπίθησεν, ἄφαρ δ' ὑπὸ κεύθεα γαίης
|
|
|
342. ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
|
|
|
343. τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα
|
|
|
344. ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι
|
|
|
345. πόλλ' ἀεκαζομένῃ μητρὸς πόθῳ· ἡ δ' ἀποτηλοῦ
|
|
|
346. ἔργοις θεῶν μακάρων μητίσετο βουλῇ.
|
|
|
347. ἀγχοῦ δ' ἱστάμενος προσέφη κρατὺς ἀργεϊφόντης·
|
|
|
348. Ἅιδη κυανοχαῖτα καταφθιμένοισιν ἀνάσσων
|
|
|
349. Ζεύς σε πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
|
|
|
350. ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
|
|
|
351. ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
|
|
|
352. ἀθανάτοις παύσειεν· ἐπεὶ μέγα μήδεται ἔργον
|
|
|
353. φθῖσαι φῦλ' ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων
|
|
|
354. σπέρμ' ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
|
|
|
355. ἀθανάτων. ἡ δ' αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
|
|
|
356. μίσγεται, ἀλλ' ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
|
|
|
357. ἧσται, Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
|
|
|
358. ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀϊδωνεὺς
|
|
|
359. ὀφρύσιν, οὐδ' ἀπίθησε Διὸς βασιλῆος ἐφετμῆς.
|
|
|
360. ἐσσυμένως δ' ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
|
|
|
361. ἔρχεο Περσεφόνη παρὰ μητέρα κυανόπεπλον
|
|
|
362. ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
|
|
|
363. μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων.
|
|
|
364. οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομ' ἀκοίτης
|
|
|
365. αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δ' ἐοῦσα
|
|
|
366. δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,
|
|
|
367. τιμὰς δὲ σχήσησθα μετ' ἀθανάτοισι μεγίστας,
|
|
|
368. τῶν δ' ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα
|
|
|
369. οἵ κεν μὴ θυσίαισι τεὸν μένος ἱλάσκωνται
|
|
|
370. εὐαγέως ἔρδοντες ἐναίσιμα δῶρα τελοῦντες.
|
|
|
371. ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια,
|
|
|
372. καρπαλίμως δ' ἀνόρουσ' ὑπὸ χάρματος· αὐτὰρ ὅ γ' αὐτὸς
|
|
|
373. ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ
|
|
|
374. ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
|
|
|
375. αὖθι παρ' αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
|
|
|
376. ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
|
|
|
377. ἔντυεν ἀθανάτους πολυσημάντωρ Ἀϊδωνεύς.
|
|
|
378. ἡ δ' ὀχέων ἐπέβη, παρὰ δὲ κρατὺς ἀργεϊφόντης
|
|
|
379. ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
|
|
|
380. σεῦε διὲκ μεγάρων· τὼ δ' οὐκ ἄκοντε πετέσθην.
|
|
|
381. ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν, οὐδὲ θάλασσα
|
|
|
382. οὔθ' ὕδωρ ποταμῶν οὔτ' ἄγκεα ποιήεντα
|
|
|
383. ἵππων ἀθανάτων οὔτ' ἄκριες ἔσχεθον ὁρμήν,
|
|
|
384. ἀλλ' ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
|
|
|
385. στῆσε δ' ἄγων ὅθι μίμνεν ἐϋστέφανος Δημήτηρ
|
|
|
386. νηοῖο προπάροιθε θυώδεος· ἡ δὲ ἰδοῦσα
|
|
|
387. ἤϊξ' ἠΰτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃς.
|
|
|
388. Περσεφόνη δ' ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ]
|
|
|
389. μητρὸς ἑῆς κατ' [ἄρ' ἥ γ' ὄχεα προλιποῦσα καὶ ἵππους]
|
|
|
390. ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσεν ἀμφιχυθεῖσα·]
|
|
|
391. τῇ δὲ [φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ]
|
|
|
392. α[ἶψα δόλον θυμός τιν' ὀΐσατο, τρέσσε δ' ἄρ' αἰνῶς]
|
|
|
393. πα[υ]ομ[ένη φιλότητος, ἄφαρ δ' ἐρεείνετο μύθῳ·]
|
|
|
394. τέκνον μή ῥά τί μοι σ[ύ γε πάσσαο νέρθεν ἐοῦσα]
|
|
|
395. βρώμης; ἐξαύδα, [μὴ κεῦθ', ἵνα εἴδομεν ἄμφω·]
|
|
|
396. ὣς μὲν γάρ κ' ἀνιοῦσα π[αρὰ στυγεροῦ Ἀΐδαο]
|
|
|
397. καὶ παρ' ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι]
|
|
|
398. ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.
|
|
|
399. εἰ δέ, πτᾶσα πάλιν [σύ γ'] ἰοῦσ' ὑπ[ὸ κεύθεσι γαίης]
|
|
|
400. οἰκήσεις ὡρέων τρίτατον μέρ[ος εἰς ἐνιαυτόν,]
|
|
|
401. τὰς δὲ δύω παρ' ἐμοί τε καὶ [ἄλλοις ἀθανά]τοισιν.
|
|
|
402. ὁππότε δ' ἄνθεσι γαῖ' εὐώδε[σιν] ἠαρινο[ῖσι]
|
|
|
403. παντοδαποῖς θάλλει, τότ' ἀπὸ ζόφου ἠερόεντος
|
|
|
404. αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τ' ἀνθρώποις.
|
|
|
405. καὶ τίνι σ' ἐξαπάτησε δόλῳ κρατερ[ὸς Πολυδ]έγμων;
|
|
|
406. τὴν δ' αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·
|
|
|
407. τοιγὰρ ἐγώ σοι μῆτερ ἐρέω νημερτέα πάντα·
|
|
|
408. εὖτέ μοι Ἑρμῆς ἦ[λθ]' ἐριούνιος ἄγγελος ὠκὺς
|
|
|
409. πὰρ πατέρος Κρονίδαο καὶ ἄλλων Οὐρανιώνων
|
|
|
410. ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα μ' ὀφθαλμοῖσιν ἰδοῦσα
|
|
|
411. λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
|
|
|
412. αὐτὰρ ἐγὼν ἀνόρουσ' ὑπὸ χάρματος, αὐτὰρ ὁ λάθρῃ
|
|
|
413. ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέ' ἐδωδήν,
|
|
|
414. ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
|
|
|
415. ὡς δέ μ' ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
|
|
|
416. ᾤχετο πατρὸς ἐμοῖο φέρων ὑπὸ κεύθεα γαίης
|
|
|
417. ἐξερέω καὶ πάντα διίξομαι ὡς ἐρεείνεις.
|
|
|
418. ἡμεῖς μὲν μάλα πᾶσαι ἀν' ἱμερτὸν λειμῶνα,
|
|
|
419. Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
|
|
|
420. καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
|
|
|
421. Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
|
|
|
422. Χρυσηΐς τ' Ἰάνειρά τ' Ἀκάστη τ' Ἀδμήτη τε
|
|
|
423. καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
|
|
|
424. καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τ' ἐρατεινὴ
|
|
|
425. Παλλάς τ' ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα
|
|
|
426. παίζομεν ἠδ' ἄνθεα δρέπομεν χείρεσσ' ἐρόεντα,
|
|
|
427. μίγδα κρόκον τ' ἀγανὸν καὶ ἀγαλλίδας ἠδ' ὑάκινθον
|
|
|
428. καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
|
|
|
429. νάρκισσόν θ' ὃν ἔφυσ' ὥς περ κρόκον εὐρεῖα χθών.
|
|
|
430. αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι, γαῖα δ' ἔνερθε
|
|
|
431. χώρησεν, τῇ δ' ἔκθορ' ἄναξ κρατερὸς πολυδέγμων.
|
|
|
432. βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
|
|
|
433. πόλλ' ἀεκαζομένην, ἐβόησα δ' ἄρ' ὄρθια φωνῇ.
|
|
|
434. ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ' ἀγορεύω.
|
|
|
435. ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
|
|
|
436. πολλὰ μάλ' ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
|
|
|
437. ἀμφαγαπαζόμεναι, ἀχέων δ' ἀπεπαύετο θυμός.
|
|
|
438. γηθοσύνας δὲ δέχοντο παρ' ἀλλήλων ἔδιδ[όν τε.]
|
|
|
439. τῇσιν δ' ἐγγύθεν ἦλθ' Ἑκάτη λιπαροκρήδεμνος,
|
|
|
440. πολλὰ δ' ἄρ' ἀμφαγάπησε κόρην Δημήτερος ἁγνῆς·
|
|
|
441. ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετ' ἄνασσα.
|
|
|
442. ταῖς δὲ μετάγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
|
|
|
443. Ῥείην ἠΰκομον ἣν μητέρα κυανόπεπλον
|
|
|
444. ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
|
|
|
445. δωσέμεν, ἅς κεν ἕλοιτο μετ' ἀθανάτοισι θεοῖσι·
|
|
|
446. νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
|
|
|
447. τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
|
|
|
448. τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
|
|
|
449. ὣς ἔφατ'· οὐδ' ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
|
|
|
450. ἐσσυμένως δ' ἤϊξε κατ' Οὐλύμποιο καρήνων,
|
|
|
451. εἰς δ' ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
|
|
|
452. τὸ πρίν, ἀτὰρ τότε γ' οὔ τι φερέσβιον, ἀλλὰ ἕκηλον
|
|
|
453. ἑστήκει πανάφυλλον· ἔκευθε δ' ἄρα κρῖ λευκὸν
|
|
|
454. μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα
|
|
|
455. μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
|
|
|
456. ἦρος ἀεξομένοιο, πέδῳ δ' ἄρα πίονες ὄγμοι
|
|
|
457. βρισέμεν ἀσταχύων, τὰ δ' ἐν ἐλλεδανοῖσι δεδέσθαι.
|
|
|
458. ἔνθ' ἐπέβη πρώτιστον ἀπ' αἰθέρος ἀτρυγέτοιο·
|
|
|
459. ἀσπασίως δ' ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
|
|
|
460. τὴν δ' ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
|
|
|
461. δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
|
|
|
462. ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
|
|
|
463. [δωσέμεν, ἅς κ' ἐθέλῃσθα] μετ' ἀθανάτοισι θεοῖσι.
|
|
|
464. [νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο
|
|
|
465. [τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα,
|
|
|
466. [τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν.
|
|
|
467. [ὣς ἄρ' ἔφη τελέ]εσθαι· ἑῷ δ' ἐπένευσε κάρητι.
|
|
|
468. [ἀλλ' ἴθι τέκνον] ἐμὸν καὶ πείθεο, μηδέ τι λίην
|
|
|
469. ἀ[ζηχὲς μεν]έαινε κελαινεφέϊ Κρονίωνι·
|
|
|
470. α[ἶψα δὲ κα]ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
|
|
|
471. ὣ[ς ἔφατ', οὐ]δ' ἀπίθησεν ἐϋστέφανος Δημήτηρ,
|
|
|
472. αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων.
|
|
|
473. πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
|
|
|
474. ἔβρισ'· ἡ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
|
|
|
475. δ[εῖξε,] Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ,
|
|
|
476. Εὐμόλπου τε βίῃ Κελεῷ θ' ἡγήτορι λαῶν,
|
|
|
477. δρησμοσύνην θ' ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
|
|
|
478. Τριπτολέμῳ τε Πολυξείνῳ τ', ἐπὶ τοῖς δὲ Διοκλεῖ,
|
|
|
479. σεμνά, τά τ' οὔ πως ἔστι παρεξ[ίμ]εν [οὔτε πυθέσθαι,]
|
|
|
480. οὔτ' ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
|
|
|
481. ὄλβιος ὃς τάδ' ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·
|
|
|
482. ὃς δ' ἀτελὴς ἱερῶν, ὅς τ' ἄμμορος, οὔ ποθ' ὁμοίων
|
|
|
483. αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ εὐρώεντι.
|
|
|
484. αὐτὰρ ἐπεὶ δὴ πάνθ' ὑπεθήκατο δῖα θεάων,
|
|
|
485. βάν ῥ' ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ' ὁμήγυριν ἄλλων.
|
|
|
486. ἔνθα δὲ ναιετάουσι παραὶ Διῒ τερπικεραύνῳ
|
|
|
487. σεμναί τ' αἰδοῖαί τε· μέγ' ὄλβιος ὅν τιν' ἐκεῖναι
|
|
|
488. προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·
|
|
|
489. αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
|
|
|
490. Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
|
|
|
491. ἀλλ' ἄγ' Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσαι
|
|
|
492. καὶ Πάρον ἀμφιρύτην Ἄντρωνά τε πετρήεντα,
|
|
|
493. πότνια ἀγλαόδωρ' ὡρηφόρε Δηοῖ ἄνασσα
|
|
|
494. αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια
|
|
|
495. πρόφρονες ἀντ' ᾠδῆς βίοτον θυμήρε' ὀπάζειν.
|
|
|
496. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.
|
Error occured:
Success!
Logging in...
Logging out...
Login
Logout
To logout click this button