|
|
1. μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,
|
|
|
2. ὅν τε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα·
|
|
|
3. καί ῥά τ' ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο
|
|
|
4. πάντες ἀφ' ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.
|
|
|
5. Λητὼ δ' οἴη μίμνε παραὶ Διῒ τερπικεραύνῳ,
|
|
|
6. ἥ ῥα βιόν τ' ἐχάλασσε καὶ ἐκλήϊσε φαρέτρην,
|
|
|
7. καί οἱ ἀπ' ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα
|
|
|
8. τόξον ἀνεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο
|
|
|
9. πασσάλου ἐκ χρυσέου· τὸν δ' εἰς θρόνον εἷσεν ἄγουσα.
|
|
|
10. τῷ δ' ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ
|
|
|
11. δεικνύμενος φίλον υἱόν, ἔπειτα δὲ δαίμονες ἄλλοι
|
|
|
12. ἔνθα καθίζουσιν· χαίρει δέ τε πότνια Λητώ,
|
|
|
13. οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
|
|
|
14. χαῖρε μάκαιρ' ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα
|
|
|
15. Ἀπόλλωνά τ' ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,
|
|
|
16. τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
|
|
|
17. κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
|
|
|
18. ἀγχοτάτω φοίνικος ὑπ' Ἰνωποῖο ῥεέθροις.
|
|
|
19. πῶς τάρ σ' ὑμνήσω πάντως εὔυμνον ἐόντα;
|
|
|
20. πάντῃ γάρ τοι, Φοῖβε, νομὸς βεβλήαται ᾠδῆς,
|
|
|
21. ἠμὲν ἀν' ἤπειρον πορτιτρόφον ἠδ' ἀνὰ νήσους.
|
|
|
22. πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
|
|
|
23. ὑψηλῶν ὀρέων ποταμοί θ' ἅλαδε προρέοντες,
|
|
|
24. ἀκταί τ' εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
|
|
|
25. ἦ ὥς σε πρῶτον Λητὼ τέκε χάρμα βροτοῖσι,
|
|
|
26. κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ
|
|
|
27. Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
|
|
|
28. ἐξῄει χέρσον δὲ λιγυπνοίοις ἀνέμοισιν·
|
|
|
29. ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
|
|
|
30. ὅσσους Κρήτη τ' ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν
|
|
|
31. νῆσός τ' Αἰγίνη ναυσικλειτή τ' Εὔβοια
|
|
|
32. Αἰγαί τ' Εἰρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος
|
|
|
33. Θρηΐκιός τ' Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
|
|
|
34. Θρηϊκίη τε Σάμος Ἴδης τ' ὄρεα σκιόεντα
|
|
|
35. Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπὺ
|
|
|
36. Ἴμβρος τ' εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
|
|
|
37. Λέσβος τ' ἠγαθέη Μάκαρος ἕδος Αἰολίωνος
|
|
|
38. καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
|
|
|
39. παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
|
|
|
40. καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ
|
|
|
41. καὶ Σάμος ὑδρηλὴ Μυκάλης τ' αἰπεινὰ κάρηνα
|
|
|
42. Μίλητός τε Κόως τε, πόλις μερόπων ἀνθρώπων,
|
|
|
43. καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα
|
|
|
44. Νάξος τ' ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,
|
|
|
45. τόσσον ἔπ' ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,
|
|
|
46. εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
|
|
|
47. αἱ δὲ μάλ' ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη
|
|
|
48. Φοῖβον δέξασθαι καὶ πιοτέρη περ ἐοῦσα
|
|
|
49. πρίν γ' ὅτε δή ῥ' ἐπὶ Δήλου ἐβήσετο πότνια Λητώ,
|
|
|
50. καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα·
|
|
|
51. Δῆλ' εἰ γάρ κ' ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο
|
|
|
52. Φοίβου Ἀπόλλωνος, θέσθαι τ' ἔνι πίονα νηόν·
|
|
|
53. ἄλλος δ' οὔ τις σεῖό ποθ' ἅψεται, οὐδέ σε λήσει,
|
|
|
54. οὐδ' εὔβων σέ γ' ἔσεσθαι ὀΐομαι οὔτ' εὔμηλον,
|
|
|
55. οὐδὲ τρύγην οἴσεις, οὔτ' ἂρ φυτὰ μυρία φύσεις.
|
|
|
56. αἰ δέ κ' Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχησθα,
|
|
|
57. ἄνθρωποί τοι πάντες ἀγινήσουσ' ἑκατόμβας
|
|
|
58. ἐνθάδ' ἀγειρόμενοι, κνίση δέ τοι ἄσπετος αἰεὶ
|
|
|
59. δημοῦ ἀναΐξει, βοσκήσεις θ' οἵ κέ σ' ἔχωσι
|
|
|
60. χειρὸς ἀπ' ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπ' οὖδας.
|
|
|
61. ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα·
|
|
|
62. Λητοῖ κυδίστη θύγατερ μεγάλου Κοίοιο,
|
|
|
63. ἀσπασίη κεν ἔγωγε γονὴν ἑκάτοιο ἄνακτος
|
|
|
64. δεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς
|
|
|
65. ἀνδράσιν, ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.
|
|
|
66. ἀλλὰ τόδε τρομέω Λητοῖ ἔπος, οὐδέ σε κεύσω·
|
|
|
67. λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα
|
|
|
68. ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
|
|
|
69. καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
|
|
|
70. τῷ ῥ' αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμὸν
|
|
|
71. μὴ ὁπότ' ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο
|
|
|
72. νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,
|
|
|
73. ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν.
|
|
|
74. ἔνθ' ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ
|
|
|
75. κλύσσει, ὁ δ' ἄλλην γαῖαν ἀφίξεται ἥ κεν ἅδῃ οἱ
|
|
|
76. τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·
|
|
|
77. πουλύποδες δ' ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι
|
|
|
78. οἰκία ποιήσονται ἀκηδέα χήτεϊ λαῶν·
|
|
|
79. ἀλλ' εἴ μοι τλαίης γε θεὰ μέγαν ὅρκον ὀμόσσαι,
|
|
|
80. ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν
|
|
|
81. ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα
|
|
|
82. πάντας ἐπ' ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.
|
|
|
83. ὣς ἄρ' ἔφη· Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσεν·
|
|
|
84. ἴστω νῦν τάδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
|
|
|
85. καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
|
|
|
86. ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν·
|
|
|
87. ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ
|
|
|
88. βωμὸς καὶ τέμενος, τίσει δέ σέ γ' ἔξοχα πάντων.
|
|
|
89. αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
|
|
|
90. Δῆλος μὲν μάλα χαῖρε γόνῳ ἑκάτοιο ἄνακτος,
|
|
|
91. Λητὼ δ' ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις
|
|
|
92. ὠδίνεσσι πέπαρτο. θεαὶ δ' ἔσαν ἔνδοθι πᾶσαι
|
|
|
93. ὅσσαι ἄρισται ἔσαν, Διώνη τε Ῥείη τε
|
|
|
94. Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη,
|
|
|
95. ἄλλαι τ' ἀθάναται, νόσφιν λευκωλένου Ἥρης·
|
|
|
96. ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο.
|
|
|
97. μούνη δ' οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια·
|
|
|
98. ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
|
|
|
99. Ἥρης φραδμοσύνῃς λευκωλένου, ἥ μιν ἔρυκε
|
|
|
100. ζηλοσύνῃ ὅτ' ἄρ' υἱὸν ἀμύμονά τε κρατερόν τε
|
|
|
101. Λητὼ τέξεσθαι καλλιπλόκαμος τότ' ἔμελλεν.
|
|
|
102. αἱ δ' Ἶριν προὔπεμψαν ἐϋκτιμένης ἀπὸ νήσου
|
|
|
103. ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον
|
|
|
104. χρυσείοισι λίνοισιν ἐερμένον ἐννεάπηχυν·
|
|
|
105. νόσφιν δ' ἤνωγον καλέειν λευκωλένου Ἥρης
|
|
|
106. μή μιν ἔπειτ' ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.
|
|
|
107. αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε ποδήνεμος ὠκέα Ἶρις
|
|
|
108. βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
|
|
|
109. αὐτὰρ ἐπεί ῥ' ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον
|
|
|
110. αὐτίκ' ἄρ' Εἰλείθυιαν ἀπὸ μεγάροιο θύραζε
|
|
|
111. ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα
|
|
|
112. πάντα μάλ' ὡς ἐπέτελλον Ὀλύμπια δώματ' ἔχουσαι.
|
|
|
113. τῇ δ' ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι,
|
|
|
114. βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθ' ὁμοῖαι.
|
|
|
115. εὖτ' ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,
|
|
|
116. τὴν τότε δὴ τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
|
|
|
117. ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ' ἔρεισε
|
|
|
118. λειμῶνι μαλακῷ, μείδησε δὲ γαῖ' ὑπένερθεν·
|
|
|
119. ἐκ δ' ἔθορε πρὸ φόως δέ, θεαὶ δ' ὀλόλυξαν ἅπασαι.
|
|
|
120. ἔνθα σὲ ἤϊε Φοῖβε θεαὶ λόον ὕδατι καλῷ
|
|
|
121. ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δ' ἐν φάρεϊ λευκῷ
|
|
|
122. λεπτῷ νηγατέῳ· περὶ δὲ χρύσεον στρόφον ἧκαν.
|
|
|
123. οὐδ' ἄρ' Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
|
|
|
124. ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
|
|
|
125. ἀθανάτῃσιν χερσὶν ἐπήρξατο· χαῖρε δὲ Λητὼ
|
|
|
126. οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
|
|
|
127. αὐτὰρ ἐπεὶ δὴ Φοῖβε κατέβρως ἄμβροτον εἶδαρ,
|
|
|
128. οὔ σέ γ' ἔπειτ' ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,
|
|
|
129. οὐδ' ἔτι δεσμά σ' ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
|
|
|
130. αὐτίκα δ' ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων·
|
|
|
131. εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,
|
|
|
132. χρήσω δ' ἀνθρώποισι Διὸς νημερτέα βουλήν.
|
|
|
133. ὣς εἰπὼν ἐβίβασκεν ἀπὸ χθονὸς εὐρυοδείης
|
|
|
134. Φοῖβος ἀκερσεκόμης ἑκατηβόλος· αἱ δ' ἄρα πᾶσαι
|
|
|
135. θάμβεον ἀθάναται, χρυσῷ δ' ἄρα Δῆλος ἅπασα
|
|
|
136. βεβρίθει καθορῶσα Διὸς Λητοῦς τε γενέθλην,
|
|
|
137. γηθοσύνῃ ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι
|
|
|
138. νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.
|
|
|
139. ἤνθησ' ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.
|
|
|
140. αὐτὸς δ' ἀργυρότοξε ἄναξ ἑκατηβόλ' Ἄπολλον,
|
|
|
141. ἄλλοτε μέν τ' ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,
|
|
|
142. ἄλλοτε δ' ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.
|
|
|
143. πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα,
|
|
|
144. πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι
|
|
|
145. ὑψηλῶν ὀρέων, ποταμοί θ' ἅλαδε προρέοντες·
|
|
|
146. ἀλλὰ σὺ Δήλῳ Φοῖβε μάλιστ' ἐπιτέρπεαι ἦτορ,
|
|
|
147. ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
|
|
|
148. αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.
|
|
|
149. οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ
|
|
|
150. μνησάμενοι τέρπουσιν ὅταν στήσωνται ἀγῶνα.
|
|
|
151. φαίη κ' ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεὶ
|
|
|
152. ὃς τότ' ἐπαντιάσει' ὅτ' Ἰάονες ἀθρόοι εἶεν·
|
|
|
153. πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν
|
|
|
154. ἄνδρας τ' εἰσορόων καλλιζώνους τε γυναῖκας
|
|
|
155. νῆάς τ' ὠκείας ἠδ' αὐτῶν κτήματα πολλά.
|
|
|
156. πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτ' ὀλεῖται,
|
|
|
157. κοῦραι Δηλιάδες ἑκατηβελέταο θεράπναι·
|
|
|
158. αἵ τ' ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλων' ὑμνήσωσιν,
|
|
|
159. αὖτις δ' αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
|
|
|
160. μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν
|
|
|
161. ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλ' ἀνθρώπων.
|
|
|
162. πάντων δ' ἀνθρώπων φωνὰς καὶ κρεμβαλιαστὺν
|
|
|
163. μιμεῖσθ' ἴσασιν· φαίη δέ κεν αὐτὸς ἕκαστος
|
|
|
164. φθέγγεσθ'· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.
|
|
|
165. ἀλλ' ἄγεθ' ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,
|
|
|
166. χαίρετε δ' ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθε
|
|
|
167. μνήσασθ', ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
|
|
|
168. ἐνθάδ' ἀνείρηται ξεῖνος ταλαπείριος ἐλθών·
|
|
|
169. ὦ κοῦραι, τίς δ' ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
|
|
|
170. ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;
|
|
|
171. ὑμεῖς δ' εὖ μάλα πᾶσαι ὑποκρίνασθ' ἀμφ' ἡμέων·
|
|
|
172. τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ,
|
|
|
173. τοῦ πᾶσαι μετόπισθεν ἀριστεύουσιν ἀοιδαί.
|
|
|
174. ἡμεῖς δ' ὑμέτερον κλέος οἴσομεν ὅσσον ἐπ' αἶαν
|
|
|
175. ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας·
|
|
|
176. οἱ δ' ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.
|
|
|
177. αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα
|
|
|
178. ὑμνέων ἀργυρότοξον ὃν ἠΰκομος τέκε Λητώ.
|
|
|
179. ὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν
|
|
|
180. καὶ Μίλητον ἔχεις ἔναλον πόλιν ἱμερόεσσαν,
|
|
|
181. αὐτὸς δ' αὖ Δήλοιο περικλύστου μέγ' ἀνάσσεις.
|
|
|
182. εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς
|
|
|
183. φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,
|
|
|
184. ἄμβροτα εἵματ' ἔχων τεθυωμένα· τοῖο δὲ φόρμιγξ
|
|
|
185. χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.
|
|
|
186. ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς ὥς τε νόημα
|
|
|
187. εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθ' ὁμήγυριν ἄλλων·
|
|
|
188. αὐτίκα δ' ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή.
|
|
|
189. Μοῦσαι μέν θ' ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
|
|
|
190. ὑμνεῦσίν ῥα θεῶν δῶρ' ἄμβροτα ἠδ' ἀνθρώπων
|
|
|
191. τλημοσύνας, ὅσ' ἔχοντες ὑπ' ἀθανάτοισι θεοῖσι
|
|
|
192. ζώουσ' ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται
|
|
|
193. εὑρέμεναι θανάτοιό τ' ἄκος καὶ γήραος ἄλκαρ·
|
|
|
194. αὐτὰρ ἐϋπλόκαμοι Χάριτες καὶ ἐΰφρονες Ὧραι
|
|
|
195. Ἁρμονίη θ' Ἥβη τε Διὸς θυγάτηρ τ' Ἀφροδίτη
|
|
|
196. ὀρχεῦντ' ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι·
|
|
|
197. τῇσι μὲν οὔτ' αἰσχρὴ μεταμέλπεται οὔτ' ἐλάχεια,
|
|
|
198. ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητὴ
|
|
|
199. Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.
|
|
|
200. ἐν δ' αὖ τῇσιν Ἄρης καὶ ἐΰσκοπος ἀργεϊφόντης
|
|
|
201. παίζουσ'· αὐτὰρ ὁ Φοῖβος Ἀπόλλων ἐγκιθαρίζει
|
|
|
202. καλὰ καὶ ὕψι βιβάς, αἴγλη δέ μιν ἀμφιφαείνει
|
|
|
203. μαρμαρυγαί τε ποδῶν καὶ ἐϋκλώστοιο χιτῶνος.
|
|
|
204. οἱ δ' ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
|
|
|
205. Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς
|
|
|
206. υἷα φίλον παίζοντα μετ' ἀθανάτοισι θεοῖσι.
|
|
|
207. πῶς τ' ἄρ σ' ὑμνήσω πάντως εὔυμνον ἐόντα;
|
|
|
208. ἠέ σ' ἐνὶ μνηστῇσιν ἀείδω καὶ φιλότητι
|
|
|
209. ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην
|
|
|
210. Ἴσχυ' ἅμ' ἀντιθέῳ Ἐλατιονίδῃ εὐίππῳ;
|
|
|
211. ἢ ἅμα Φόρβαντι Τριοπέῳ γένος, ἢ ἅμ' Ἐρευθεῖ;
|
|
|
212. ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι
|
|
|
213. πεζός, ὁ δ' ἵπποισιν; οὐ μὴν Τρίοπός γ' ἐνέλειπεν.
|
|
|
214. ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι
|
|
|
215. ζητεύων κατὰ γαῖαν ἔβης ἑκατηβόλ' Ἄπολλον;
|
|
|
216. Πιερίην μὲν πρῶτον ἀπ' Οὐλύμποιο κατῆλθες·
|
|
|
217. Λέκτον τ' ἠμαθόεντα παρέστιχες ἠδ' Αἰνιῆνας
|
|
|
218. καὶ διὰ Περραιβούς· τάχα δ' εἰς Ἰαωλκὸν ἵκανες,
|
|
|
219. Κηναίου τ' ἐπέβης ναυσικλείτης Εὐβοίης·
|
|
|
220. στῆς δ' ἐπὶ Ληλάντῳ πεδίῳ, τό τοι οὐχ ἅδε θυμῷ
|
|
|
221. τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
|
|
|
222. ἔνθεν δ' Εὔριπον διαβὰς ἑκατηβόλ' Ἄπολλον
|
|
|
223. βῆς ἀν' ὄρος ζάθεον χλωρόν· τάχα δ' ἷξες ἀπ' αὐτοῦ
|
|
|
224. ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.
|
|
|
225. Θήβης δ' εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ·
|
|
|
226. οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
|
|
|
227. οὐδ' ἄρα πω τότε γ' ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι
|
|
|
228. Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλ' ἔχεν ὕλη.
|
|
|
229. ἔνθεν δὲ προτέρω ἔκιες ἑκατηβόλ' Ἄπολλον,
|
|
|
230. Ὀγχηστὸν δ' ἷξες Ποσιδήϊον ἀγλαὸν ἄλσος·
|
|
|
231. ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ
|
|
|
232. ἕλκων ἅρματα καλά, χαμαὶ δ' ἐλατὴρ ἀγαθός περ
|
|
|
233. ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἱ δὲ τέως μὲν
|
|
|
234. κείν' ὄχεα κροτέουσιν ἀνακτορίην ἀφιέντες.
|
|
|
235. εἰ δέ κεν ἅρματ' ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι,
|
|
|
236. ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν·
|
|
|
237. ὣς γὰρ τὰ πρώτισθ' ὁσίη γένεθ'· οἱ δὲ ἄνακτι
|
|
|
238. εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.
|
|
|
239. ἔνθεν δὲ προτέρω ἔκιες ἑκατηβόλ' Ἄπολλον·
|
|
|
240. Κηφισὸν δ' ἄρ' ἔπειτα κιχήσαο καλλιρέεθρον,
|
|
|
241. ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ·
|
|
|
242. τὸν διαβὰς ἑκάεργε καὶ Ὠκαλέην πολύπυργον
|
|
|
243. ἔνθεν ἄρ' εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.
|
|
|
244. βῆς δ' ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμων
|
|
|
245. τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
|
|
|
246. στῆς δὲ μάλ' ἄγχ' αὐτῆς καί μιν πρὸς μῦθον ἔειπες·
|
|
|
247. Τελφοῦσ' ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν
|
|
|
248. ἀνθρώπων τεῦξαι χρηστήριον, οἵ τέ μοι αἰεὶ
|
|
|
249. ἐνθάδ' ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
|
|
|
250. ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν
|
|
|
251. ἠδ' ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτους κάτα νήσους,
|
|
|
252. χρησόμενοι· τοῖσιν δέ τ' ἐγὼ νημερτέα βουλὴν
|
|
|
253. πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
|
|
|
254. ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
|
|
|
255. εὐρέα καὶ μάλα μακρὰ διηνεκές· ἡ δὲ ἰδοῦσα
|
|
|
256. Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον·
|
|
|
257. Φοῖβε ἄναξ ἑκάεργε ἔπος τί τοι ἐν φρεσὶ θήσω,
|
|
|
258. ἐνθάδ' ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν
|
|
|
259. ἔμμεναι ἀνθρώποις χρηστήριον, οἱ δέ τοι αἰεὶ
|
|
|
260. ἐνθάδ' ἀγινήσουσι τεληέσσας ἑκατόμβας·
|
|
|
261. ἀλλ' ἔκ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι·
|
|
|
262. πημανέει σ' αἰεὶ κτύπος ἵππων ὠκειάων
|
|
|
263. ἀρδόμενοί τ' οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων·
|
|
|
264. ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
|
|
|
265. ἅρματά τ' εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων
|
|
|
266. ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλ' ἐνεόντα.
|
|
|
267. ἀλλ' εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων
|
|
|
268. ἐσσὶ ἄναξ ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον·
|
|
|
269. ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.
|
|
|
270. ἔνθ' οὔθ' ἅρματα καλὰ δονήσεται, οὔτε τοι ἵππων
|
|
|
271. ὠκυπόδων κτύπος ἔσται ἐΰδμητον περὶ βωμόν.
|
|
|
272. ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα
|
|
|
273. ἀνθρώπων κλυτὰ φῦλα, σὺ δὲ φρένας ἀμφιγεγηθὼς
|
|
|
274. δέξαι' ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.
|
|
|
275. ὣς εἰποῦσ' Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ
|
|
|
276. Τελφούσῃ κλέος εἴη ἐπὶ χθονὶ μηδ' Ἑκάτοιο.
|
|
|
277. ἔνθεν δὲ προτέρω ἔκιες ἑκατηβόλ' Ἄπολλον,
|
|
|
278. ἷξες δ' ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων,
|
|
|
279. οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον
|
|
|
280. ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης.
|
|
|
281. ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων,
|
|
|
282. ἵκεο δ' ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα
|
|
|
283. κνημὸν πρὸς ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν
|
|
|
284. πέτρη ἐπικρέμαται, κοίλη δ' ὑποδέδρομε βῆσσα
|
|
|
285. τρηχεῖ'· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων
|
|
|
286. νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον·
|
|
|
287. ἐνθάδε δὴ φρονέω τεύξειν περικαλλέα νηὸν
|
|
|
288. ἔμμεναι ἀνθρώποις χρηστήριον οἵ τέ μοι αἰεὶ
|
|
|
289. ἐνθάδ' ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
|
|
|
290. ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν,
|
|
|
291. ἠδ' ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτους κατὰ νήσους,
|
|
|
292. χρησόμενοι· τοῖσιν δ' ἄρ' ἐγὼ νημερτέα βουλὴν
|
|
|
293. πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
|
|
|
294. ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
|
|
|
295. εὐρέα καὶ μάλα μακρὰ διηνεκές· αὐτὰρ ἐπ' αὐτοῖς
|
|
|
296. λάϊνον οὐδὸν ἔθηκε Τροφώνιος ἠδ' Ἀγαμήδης
|
|
|
297. υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν·
|
|
|
298. ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλ' ἀνθρώπων
|
|
|
299. κτιστοῖσιν λάεσσιν ἀοίδιμον ἔμμεναι αἰεί.
|
|
|
300. ἀγχοῦ δὲ κρήνη καλλίρροος ἔνθα δράκαιναν
|
|
|
301. κτεῖνεν ἄναξ Διὸς υἱὸς ἀπὸ κρατεροῖο βιοῖο
|
|
|
302. ζατρεφέα μεγάλην τέρας ἄγριον, ἣ κακὰ πολλὰ
|
|
|
303. ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτοὺς
|
|
|
304. πολλὰ δὲ μῆλα ταναύποδ' ἐπεὶ πέλε πῆμα δαφοινόν.
|
|
|
305. καί ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης
|
|
|
306. δεινόν τ' ἀργαλέον τε Τυφάονα πῆμα βροτοῖσιν,
|
|
|
307. ὅν ποτ' ἄρ' Ἥρη ἔτικτε χολωσαμένη Διῒ πατρὶ
|
|
|
308. ἡνίκ' ἄρα Κρονίδης ἐρικυδέα γείνατ' Ἀθήνην
|
|
|
309. ἐν κορυφῇ· ἡ δ' αἶψα χολώσατο πότνια Ἥρη
|
|
|
310. ἠδὲ καὶ ἀγρομένοισι μετ' ἀθανάτοισιν ἔειπε·
|
|
|
311. κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,
|
|
|
312. ὡς ἔμ' ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
|
|
|
313. πρῶτος, ἐπεί μ' ἄλοχον ποιήσατο κέδν' εἰδυῖαν·
|
|
|
314. καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
|
|
|
315. ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν·
|
|
|
316. αὐτὰρ ὅ γ' ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι
|
|
|
317. παῖς ἐμὸς Ἥφαιστος ῥικνὸς πόδας ὃν τέκον αὐτὴ
|
|
|
318. ῥίψ' ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέϊ πόντῳ·
|
|
|
319. ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα
|
|
|
320. δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν·
|
|
|
321. ὡς ὄφελ' ἄλλο θεοῖσι χαρίσσασθαι μακάρεσσι.
|
|
|
322. σχέτλιε ποικιλομῆτα τί νῦν μητίσεαι ἄλλο;
|
|
|
323. πῶς ἔτλης οἶος τεκέειν γλαυκώπιδ' Ἀθήνην;
|
|
|
324. οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης
|
|
|
325. ἦα ῥ' ἐν ἀθανάτοισιν οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
|
|
|
326. φράζεο νῦν μή τοί τι κακὸν μητίσομ' ὀπίσσω·
|
|
|
327. καὶ νῦν μέν τοι ἐγὼ τεχνήσομαι ὥς κε γένηται
|
|
|
328. παῖς ἐμὸς ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,
|
|
|
329. οὔτε σὸν αἰσχύνασ' ἱερὸν λέχος οὔτ' ἐμὸν αὐτῆς,
|
|
|
330. οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλ' ἀπὸ σεῖο
|
|
|
331. τηλόθεν οὖσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.
|
|
|
332. ὣς εἰποῦσ' ἀπονόσφι θεῶν κίε χωομένη περ.
|
|
|
333. αὐτίκ' ἔπειτ' ἠρᾶτο βοῶπις πότνια Ἥρη,
|
|
|
334. χειρὶ καταπρηνεῖ δ' ἔλασε χθόνα καὶ φάτο μῦθον·
|
|
|
335. κέκλυτε νῦν μοι γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,
|
|
|
336. Τιτῆνές τε θεοὶ τοὶ ὑπὸ χθονὶ ναιετάοντες
|
|
|
337. Τάρταρον ἀμφὶ μέγαν, τῶν ἐξ ἄνδρες τε θεοί τε·
|
|
|
338. αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα
|
|
|
339. νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου·
|
|
|
340. ἀλλ' ὅ γε φέρτερος ἔστω ὅσον Κρόνου εὐρύοπα Ζεύς.
|
|
|
341. ὣς ἄρα φωνήσασ' ἵμασε χθόνα χειρὶ παχείῃ·
|
|
|
342. κινήθη δ' ἄρα γαῖα φερέσβιος, ἡ δὲ ἰδοῦσα
|
|
|
343. τέρπετο ὃν κατὰ θυμόν, ὀΐετο γὰρ τελέεσθαι.
|
|
|
344. ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν
|
|
|
345. οὔτε ποτ' εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,
|
|
|
346. οὔτε ποτ' εἰς θῶκον πολυδαίδαλον ὡς τὸ πάρος περ
|
|
|
347. αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς·
|
|
|
348. ἀλλ' ἥ γ' ἐν νηοῖσι πολυλλίστοισι μένουσα
|
|
|
349. τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
|
|
|
350. ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
|
|
|
351. ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
|
|
|
352. ἡ δ' ἔτεκ' οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι
|
|
|
353. δεινόν τ' ἀργαλέον τε Τυφάονα πῆμα βροτοῖσιν.
|
|
|
354. αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
|
|
|
355. δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν, ἡ δ' ὑπέδεκτο·
|
|
|
356. ὃς κακὰ πόλλ' ἔρδεσκε κατὰ κλυτὰ φῦλ' ἀνθρώπων.
|
|
|
357. ὃς τῇ γ' ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ
|
|
|
358. πρίν γέ οἱ ἰὸν ἐφῆκεν ἄναξ ἑκάεργος Ἀπόλλων
|
|
|
359. καρτερόν· ἡ δ' ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι
|
|
|
360. κεῖτο μέγ' ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.
|
|
|
361. θεσπεσίη δ' ἐνοπὴ γένετ' ἄσπετος, ἡ δὲ καθ' ὕλην
|
|
|
362. πυκνὰ μάλ' ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν
|
|
|
363. φοινὸν ἀποπνείουσ', ὁ δ' ἐπηύξατο Φοῖβος Ἀπόλλων·
|
|
|
364. ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ,
|
|
|
365. οὐδὲ σύ γε ζωοῖσι κακὸν δήλημα βροτοῖσιν
|
|
|
366. ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες
|
|
|
367. ἐνθάδ' ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
|
|
|
368. οὐδέ τί τοι θάνατόν γε δυσηλεγέ' οὔτε Τυφωεὺς
|
|
|
369. ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλὰ σέ γ' αὐτοῦ
|
|
|
370. πύσει γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.
|
|
|
371. ὣς φάτ' ἐπευχόμενος, τὴν δὲ σκότος ὄσσε κάλυψε.
|
|
|
372. τὴν δ' αὐτοῦ κατέπυσ' ἱερὸν μένος Ἠελίοιο·
|
|
|
373. ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται, οἱ δὲ ἄνακτα
|
|
|
374. Πύθειον καλέουσιν ἐπώνυμον οὕνεκα κεῖθι
|
|
|
375. αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.
|
|
|
376. καὶ τότ' ἄρ' ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων
|
|
|
377. οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε·
|
|
|
378. βῆ δ' ἐπὶ Τελφούσῃ κοχολωμένος, αἶψα δ' ἵκανε·
|
|
|
379. στῆ δὲ μάλ' ἄγχ' αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε·
|
|
|
380. Τελφοῦσ', οὐκ ἄρ' ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα
|
|
|
381. χῶρον ἔχουσ' ἐρατὸν προρέειν καλλίρροον ὕδωρ.
|
|
|
382. ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.
|
|
|
383. ἦ καὶ ἐπὶ ῥίον ὦσεν ἄναξ ἑκάεργος Ἀπόλλων
|
|
|
384. πέτρῃσι προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα,
|
|
|
385. καὶ βωμὸν ποιήσατ' ἐν ἄλσεϊ δενδρήεντι
|
|
|
386. ἄγχι μάλα κρήνης καλλιρρόου· ἔνθα δ' ἄνακτι
|
|
|
387. πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται
|
|
|
388. οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.
|
|
|
389. καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Ἀπόλλων
|
|
|
390. οὕς τινας ἀνθρώπους ὀργιόνας εἰσαγάγοιτο
|
|
|
391. οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ·
|
|
|
392. ταῦτ' ἄρα ὁρμαίνων ἐνόησ' ἐπὶ οἴνοπι πόντῳ
|
|
|
393. νῆα θοήν· ἐν δ' ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,
|
|
|
394. Κρῆτες ἀπὸ Κνωσοῦ Μινωΐου, οἵ ῥά τ' ἄνακτι
|
|
|
395. ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας
|
|
|
396. Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ
|
|
|
397. χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.
|
|
|
398. οἱ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηῒ μελαίνῃ
|
|
|
399. ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τ' ἀνθρώπους
|
|
|
400. ἔπλεον· αὐτὰρ ὁ τοῖσι συνήνετο Φοῖβος Ἀπόλλων·
|
|
|
401. ἐν πόντῳ δ' ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς
|
|
|
402. νηῒ θοῇ, καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε·
|
|
|
403. τῶν δ' ὅς τις κατὰ θυμὸν ἐπιφράσσαιτο νοῆσαι
|
|
|
404. πάντοσ' ἀνασσείασκε, τίνασσε δὲ νήϊα δοῦρα.
|
|
|
405. οἱ δ' ἀκέων ἐνὶ νηῒ καθήατο δειμαίνοντες,
|
|
|
406. οὐδ' οἵ γ' ὅπλ' ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν,
|
|
|
407. οὐδ' ἔλυον λαῖφος νηὸς κυανοπρώροιο·
|
|
|
408. ἀλλ' ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν
|
|
|
409. ὣς ἔπλεον· κραιπνὸς δὲ νότος κατόπισθεν ἔγειρε
|
|
|
410. νῆα θοήν· πρῶτον δὲ παρημείβοντο Μάλειαν,
|
|
|
411. πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον
|
|
|
412. ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο
|
|
|
413. Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ
|
|
|
414. Ἠελίοιο ἄνακτος, ἔχει δ' ἐπιτερπέα χῶρον.
|
|
|
415. οἱ μὲν ἄρ' ἔνθ' ἔθελον νῆα σχεῖν ἠδ' ἀποβάντες
|
|
|
416. φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι
|
|
|
417. εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον,
|
|
|
418. ἢ εἰς οἶδμ' ἅλιον πολυΐχθυον ἀμφὶς ὀρούσει·
|
|
|
419. ἀλλ' οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,
|
|
|
420. ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα
|
|
|
421. ἤϊ' ὁδόν, πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων
|
|
|
422. ῥηϊδίως ἴθυν'· ἡ δὲ πρήσσουσα κέλευθον
|
|
|
423. Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν
|
|
|
424. καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἶπυ
|
|
|
425. καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τ' ἀνθρώπους·
|
|
|
426. βῆ δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην
|
|
|
427. ἠδὲ παρ' Ἤλιδα δῖαν ὅθι κρατέουσιν Ἐπειοί·
|
|
|
428. εὖτε Φερὰς ἐπέβαλλεν ἀγαλλομένη Διὸς οὔρῳ
|
|
|
429. καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τ' ὄρος αἰπὺ πέφαντο,
|
|
|
430. Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
|
|
|
431. ἀλλ' ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν,
|
|
|
432. καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων
|
|
|
433. ὅς τε διὲκ Πελοπόννησον πίειραν ἐέργει,
|
|
|
434. ἦλθ' ἄνεμος ζέφυρος μέγας αἴθριος ἐκ Διὸς αἴσης
|
|
|
435. λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα
|
|
|
436. νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
|
|
|
437. ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τ' ἠέλιόν τε
|
|
|
438. ἔπλεον, ἡγεμόνευε δ' ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
|
|
|
439. ἷξον δ' ἐς Κρίσην εὐδείελον ἀμπελόεσσαν
|
|
|
440. ἐς λιμέν', ἡ δ' ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.
|
|
|
441. ἔνθ' ἐκ νηὸς ὄρουσεν ἄναξ ἑκάεργος Ἀπόλλων
|
|
|
442. ἀστέρι εἰδόμενος μέσῳ ἤματι· τοῦ δ' ἀπὸ πολλαὶ
|
|
|
443. σπινθαρίδες πωτῶντο, σέλας δ' εἰς οὐρανὸν ἷκεν·
|
|
|
444. ἐς δ' ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.
|
|
|
445. ἔνθ' ἄρ' ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα,
|
|
|
446. πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας· αἱ δ' ὀλόλυξαν
|
|
|
447. Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες
|
|
|
448. Φοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλ' ἑκάστῳ.
|
|
|
449. ἔνθεν δ' αὖτ' ἐπὶ νῆα νόημ' ὣς ἆλτο πέτεσθαι
|
|
|
450. ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε
|
|
|
451. πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους·
|
|
|
452. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
|
|
|
453. ὦ ξεῖνοι τίνες ἐστέ; πόθεν πλεῖθ' ὑγρὰ κέλευθα;
|
|
|
454. ἤ τι κατὰ πρῆξιν, ἦ μαψιδίως ἀλάλησθε
|
|
|
455. οἷά τε ληϊστῆρες ὑπεὶρ ἅλα, τοί τ' ἀλόωνται
|
|
|
456. ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
|
|
|
457. τίφθ' οὕτως ἧσθον τετιηότες, οὐδ' ἐπὶ γαῖαν
|
|
|
458. ἔκβητ', οὐδὲ καθ' ὅπλα μελαίνης νηὸς ἔθεσθε;
|
|
|
459. αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων
|
|
|
460. ὁππόταν ἐκ πόντοιο ποτὶ χθονὶ νηῒ μελαίνῃ
|
|
|
461. ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας
|
|
|
462. σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.
|
|
|
463. ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
|
|
|
464. τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
|
|
|
465. ξεῖν', ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσιν ἔοικας,
|
|
|
466. οὐ δέμας οὐδὲ φυήν, ἀλλ' ἀθανάτοισι θεοῖσιν,
|
|
|
467. οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
|
|
|
468. καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον ὄφρ' εὖ εἰδῶ·
|
|
|
469. τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;
|
|
|
470. ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα
|
|
|
471. εἰς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθ' εἶναι·
|
|
|
472. νῦν δ' ὧδε ξὺν νηῒ κατήλθομεν οὔ τι ἑκόντες
|
|
|
473. νόστου ἱέμενοι ἄλλην ὁδὸν ἄλλα κέλευθα·
|
|
|
474. ἀλλά τις ἀθανάτων δεῦρ' ἤγαγεν οὐκ ἐθέλοντας.
|
|
|
475. τοὺς δ' ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων·
|
|
|
476. ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφινέμεσθε
|
|
|
477. τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ' ὑπότροποι αὖθις ἔσεσθε
|
|
|
478. ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος
|
|
|
479. ἔς τε φίλας ἀλόχους, ἀλλ' ἐνθάδε πίονα νηὸν
|
|
|
480. ἕξετ' ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν·
|
|
|
481. εἰμὶ δ' ἐγὼ Διὸς υἱός, Ἀπόλλων δ' εὔχομαι εἶναι,
|
|
|
482. ὑμέας δ' ἤγαγον ἐνθάδ' ὑπὲρ μέγα λαῖτμα θαλάσσης
|
|
|
483. οὔ τι κακὰ φρονέων, ἀλλ' ἐνθάδε πίονα νηὸν
|
|
|
484. ἕξετ' ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,
|
|
|
485. βουλάς τ' ἀθανάτων εἰδήσετε, τῶν ἰότητι
|
|
|
486. αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.
|
|
|
487. ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πείθεσθε τάχιστα·
|
|
|
488. ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,
|
|
|
489. νῆα δ' ἔπειτα θοὴν ἀν' ἐπ' ἠπείρου ἐρύσασθε,
|
|
|
490. ἐκ δὲ κτήμαθ' ἕλεσθε καὶ ἔντεα νηὸς ἐΐσης,
|
|
|
491. καὶ βωμὸν ποιήσατ' ἐπὶ ῥηγμῖνι θαλάσσης,
|
|
|
492. πῦρ ἐπικαίοντες ἐπί τ' ἄλφιτα λευκὰ θύοντες·
|
|
|
493. εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
|
|
|
494. ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέϊ πόντῳ
|
|
|
495. εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
|
|
|
496. ὣς ἐμοὶ εὔχεσθαι δελφινίῳ· αὐτὰρ ὁ βωμὸς
|
|
|
497. αὐτὸς δέλφειος καὶ ἐπόψιος ἔσσεται αἰεί.
|
|
|
498. δειπνῆσαί τ' ἄρ' ἔπειτα θοῇ παρὰ νηῒ μελαίνῃ,
|
|
|
499. καὶ σπεῖσαι μακάρεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν.
|
|
|
500. αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
|
|
|
501. ἔρχεσθαί θ' ἅμ' ἐμοὶ καὶ ἰηπαιήον' ἀείδειν
|
|
|
502. εἰς ὅ κε χῶρον ἵκησθον ἵν' ἕξετε πίονα νηόν.
|
|
|
503. ὣς ἔφαθ'· οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.
|
|
|
504. ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,
|
|
|
505. ἱστὸν δ' ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες,
|
|
|
506. ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
|
|
|
507. ἐκ δ' ἁλὸς ἤπειρον δὲ θοὴν ἀνὰ νῆ' ἐρύσαντο
|
|
|
508. ὑψοῦ ἐπὶ ψαμάθοις, παρὰ δ' ἕρματα μακρὰ τάνυσσαν,
|
|
|
509. καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης·
|
|
|
510. πῦρ δ' ἐπικαίοντες ἐπί τ' ἄλφιτα λευκὰ θύοντες
|
|
|
511. εὔχονθ' ὡς ἐκέλευε παριστάμενοι περὶ βωμόν.
|
|
|
512. δόρπον ἔπειθ' εἵλοντο θοῇ παρὰ νηῒ μελαίνῃ,
|
|
|
513. καὶ σπεῖσαν μακάρεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν.
|
|
|
514. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
|
|
|
515. βάν ῥ' ἴμεν· ἦρχε δ' ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων
|
|
|
516. φόρμιγγ' ἐν χείρεσσιν ἔχων ἐρατὸν κιθαρίζων
|
|
|
517. καλὰ καὶ ὕψι βιβάς· οἱ δὲ ῥήσσοντες ἕποντο
|
|
|
518. Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήον' ἄειδον,
|
|
|
519. οἷοί τε Κρητῶν παιήονες οἷσί τε Μοῦσα
|
|
|
520. ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
|
|
|
521. ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δ' ἵκοντο
|
|
|
522. Παρνησὸν καὶ χῶρον ἐπήρατον ἔνθ' ἄρ' ἔμελλεν
|
|
|
523. οἰκήσειν πολλοῖσι τετιμένος ἀνθρώποισι·
|
|
|
524. δεῖξε δ' ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
|
|
|
525. τῶν δ' ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
|
|
|
526. τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
|
|
|
527. ὦ ἄν' ἐπεὶ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης
|
|
|
528. ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ·
|
|
|
529. πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
|
|
|
530. οὔτε τρυγηφόρος ἥδε γ' ἐπήρατος οὔτ' εὐλείμων,
|
|
|
531. ὥς τ' ἀπό τ' εὖ ζώειν καὶ ἅμ' ἀνθρώποισιν ὀπηδεῖν.
|
|
|
532. τοὺς δ' ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων·
|
|
|
533. νήπιοι ἄνθρωποι δυστλήμονες οἳ μελεδῶνας
|
|
|
534. βούλεσθ' ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ·
|
|
|
535. ῥηΐδιον ἔπος ὔμμ' ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
|
|
|
536. δεξιτερῇ μάλ' ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν
|
|
|
537. σφάζειν αἰεὶ μῆλα· τὰ δ' ἄφθονα πάντα παρέσται,
|
|
|
538. ὅσσα ἐμοί κ' ἀγάγωσι περικλυτὰ φῦλ' ἀνθρώπων·
|
|
|
539. νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλ' ἀνθρώπων
|
|
|
540. ἐνθάδ' ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα
|
|
|
541. ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον,
|
|
|
542. ὕβρις θ', ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
|
|
|
543. ἄλλοι ἔπειθ' ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
|
|
|
544. τῶν ὑπ' ἀναγκαίῃ δεδμήσεσθ' ἤματα πάντα.
|
|
|
545. εἴρηταί τοι πάντα, σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.
|
|
|
546. καὶ σὺ μὲν οὕτω χαῖρε Διὸς καὶ Λητοῦς υἱέ·
|
|
|
547. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.
|
Error occured:
Success!
Logging in...
Logging out...
Login
Logout
To logout click this button