|
|
1. Ἑρμῆν ὕμνει Μοῦσα Διὸς καὶ Μαιάδος υἱόν,
|
|
|
2. Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
|
|
|
3. ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα
|
|
|
4. νύμφη ἐϋπλόκαμος Διὸς ἐν φιλότητι μιγεῖσα
|
|
|
5. αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθ' ὅμιλον
|
|
|
6. ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων
|
|
|
7. νύμφῃ ἐϋπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
|
|
|
8. ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,
|
|
|
9. λήθων ἀθανάτους τε θεοὺς θνητούς τ' ἀνθρώπους.
|
|
|
10. ἀλλ' ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο,
|
|
|
11. τῇ δ' ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,
|
|
|
12. εἴς τε φόως ἄγαγεν, ἀρίσημά τε ἔργα τέτυκτο·
|
|
|
13. καὶ τότ' ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,
|
|
|
14. ληϊστῆρ', ἐλατῆρα βοῶν, ἡγήτορ' ὀνείρων,
|
|
|
15. νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχ' ἔμελλεν
|
|
|
16. ἀμφανέειν κλυτὰ ἔργα μετ' ἀθανάτοισι θεοῖσιν.
|
|
|
17. ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,
|
|
|
18. ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος,
|
|
|
19. τετράδι τῇ προτέρῃ τῇ μιν τέκε πότνια Μαῖα.
|
|
|
20. ὃς καὶ ἐπεὶ δὴ μητρὸς ἀπ' ἀθανάτων θόρε γυίων
|
|
|
21. οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,
|
|
|
22. ἀλλ' ὅ γ' ἀναΐξας ζήτει βόας Ἀπόλλωνος
|
|
|
23. οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.
|
|
|
24. ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον·
|
|
|
25. Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατ' ἀοιδόν,
|
|
|
26. ἥ ῥά οἱ ἀντεβόλησεν ἐπ' αὐλείῃσι θύρῃσι
|
|
|
27. βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,
|
|
|
28. σαῦλα ποσὶν βαίνουσα· Διὸς δ' ἐριούνιος υἱὸς
|
|
|
29. ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε·
|
|
|
30. σύμβολον ἤδη μοι μέγ' ὀνήσιμον, οὐκ ὀνοτάζω.
|
|
|
31. χαῖρε φυὴν ἐρόεσσα χοροιτύπε δαιτὸς ἑταίρη,
|
|
|
32. ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα
|
|
|
33. αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;
|
|
|
34. ἀλλ' οἴσω σ' εἰς δῶμα λαβών· ὄφελός τί μοι ἔσσῃ,
|
|
|
35. οὐδ' ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις.
|
|
|
36. οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν·
|
|
|
37. ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα
|
|
|
38. ζώουσ'· ἢν δὲ θάνῃς τότε κεν μάλα καλὸν ἀείδοις.
|
|
|
39. ὣς ἄρ' ἔφη· καὶ χερσὶν ἅμ' ἀμφοτέρῃσιν ἀείρας
|
|
|
40. ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.
|
|
|
41. ἔνθ' ἀναπηλήσας γλυφάνῳ πολιοῖο σιδήρου
|
|
|
42. αἰῶν' ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.
|
|
|
43. ὡς δ' ὁπότ' ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ
|
|
|
44. ἀνέρος ὅν τε θαμιναὶ ἐπιστρωφῶσι μέριμναι,
|
|
|
45. ἢ ὅτε δινηθῶσιν ἀπ' ὀφθαλμῶν ἀμαρυγαί,
|
|
|
46. ὣς ἅμ' ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.
|
|
|
47. πῆξε δ' ἄρ' ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο
|
|
|
48. πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης.
|
|
|
49. ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι,
|
|
|
50. καὶ πήχεις ἐνέθηκ', ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν,
|
|
|
51. ἑπτὰ δὲ συμφώνους ὀΐων ἐτανύσσατο χορδάς.
|
|
|
52. αὐτὰρ ἐπεὶ δὴ τεῦξε φέρων ἐρατεινὸν ἄθυρμα
|
|
|
53. πλήκτρῳ ἐπειρήτιζε κατὰ μέλος, ἡ δ' ὑπὸ χειρὸς
|
|
|
54. σμερδαλέον κονάβησε· θεὸς δ' ὑπὸ καλὸν ἄειδεν
|
|
|
55. ἐξ αὐτοσχεδίης πειρώμενος, ἠΰτε κοῦροι
|
|
|
56. ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν,
|
|
|
57. ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον
|
|
|
58. ὃν πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι,
|
|
|
59. ἥν τ' αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων·
|
|
|
60. ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης,
|
|
|
61. καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας.
|
|
|
62. καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα.
|
|
|
63. καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ
|
|
|
64. φόρμιγγα γλαφυρήν· ὁ δ' ἄρα κρειῶν ἐρατίζων
|
|
|
65. ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο,
|
|
|
66. ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσὶν οἷά τε φῶτες
|
|
|
67. φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.
|
|
|
68. Ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανὸν δὲ
|
|
|
69. αὐτοῖσίν θ' ἵπποισι καὶ ἅρμασιν, αὐτὰρ ἄρ' Ἑρμῆς
|
|
|
70. Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα,
|
|
|
71. ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον
|
|
|
72. βοσκόμεναι λειμῶνας ἀκηρασίους ἐρατεινούς.
|
|
|
73. τῶν τότε Μαιάδος υἱὸς ἐΰσκοπος ἀργεϊφόντης
|
|
|
74. πεντήκοντ' ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.
|
|
|
75. πλανοδίας δ' ἤλαυνε διὰ ψαμαθώδεα χῶρον
|
|
|
76. ἴχνι' ἀποστρέψας· δολίης δ' οὐ λήθετο τέχνης
|
|
|
77. ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν,
|
|
|
78. τὰς δ' ὄπιθεν πρόσθεν, κατὰ δ' ἔμπαλιν αὐτὸς ἔβαινε.
|
|
|
79. σάνδαλα δ' αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν
|
|
|
80. ἄφραστ' ἠδ' ἀνόητα διέπλεκε, θαυματὰ ἔργα,
|
|
|
81. συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.
|
|
|
82. τῶν τότε συνδήσας νεοθηλέαν ἀγκάλῳ ὥρην
|
|
|
83. ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα
|
|
|
84. αὐτοῖσιν πετάλοισι, τὰ κύδιμος ἀργεϊφόντης
|
|
|
85. ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεείνων,
|
|
|
86. οἷά τ' ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.
|
|
|
87. τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν
|
|
|
88. ἱέμενον πεδίον δὲ δι' Ὀγχηστὸν λεχεποίην·
|
|
|
89. τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός·
|
|
|
90. ὦ γέρον ὅς τε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,
|
|
|
91. ἦ πολυοινήσεις εὖτ' ἂν τάδε πάντα φέρῃσι
|
|
|
92. καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,
|
|
|
93. καὶ σιγᾶν, ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.
|
|
|
94. τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.
|
|
|
95. πολλὰ δ' ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς
|
|
|
96. καὶ πεδί' ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.
|
|
|
97. ὀρφναίη δ' ἐπίκουρος ἐπαύετο δαιμονίη νὺξ
|
|
|
98. ἡ πλείων, τάχα δ' ὄρθρος ἐγίνετο δημιοεργός·
|
|
|
99. ἡ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη
|
|
|
100. Πάλλαντος θυγάτηρ Μεγαμηδεΐδαο ἄνακτος,
|
|
|
101. τῆμος ἐπ' Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς
|
|
|
102. Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.
|
|
|
103. ἀδμῆτες δ' ἵκανον ἐς αὔλιον ὑψιμέλαθρον
|
|
|
104. καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.
|
|
|
105. ἔνθ' ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους
|
|
|
106. καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας
|
|
|
107. λωτὸν ἐρεπτομένας ἠδ' ἑρσήεντα κύπειρον,
|
|
|
108. σὺν δ' ἐφόρει ξύλα πολλά, πυρὸς δ' ἐπεμαίετο τέχνην.
|
|
|
109. δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἐπέλεψε σιδήρῳ
|
|
|
110. ἄρμενον ἐν παλάμῃ, ἄμπνυτο δὲ θερμὸς ἀϋτμή·
|
|
|
111. Ἑρμῆς τοι πρώτιστα πυρήϊα πῦρ τ' ἀνέδωκε.
|
|
|
112. πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ
|
|
|
113. οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ
|
|
|
114. τηλόσε φύζαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.
|
|
|
115. ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο,
|
|
|
116. τόφρα δ' ὑποβρύχιας ἕλικας βοῦς ἕλκε θύραζε
|
|
|
117. δοιὰς ἄγχι πυρός, δύναμις δέ οἱ ἔπλετο πολλή·
|
|
|
118. ἀμφοτέρας δ' ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας·
|
|
|
119. ἐγκλίνων δ' ἐκύλινδε δι' αἰῶνας τετορήσας,
|
|
|
120. ἔργῳ δ' ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ·
|
|
|
121. ὤπτα δ' ἀμφ' ὀβελοῖσι πεπαρμένα δουρατέοισι,
|
|
|
122. σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα
|
|
|
123. ἐργμένον ἐν χολάδεσσι, τὰ δ' αὐτοῦ κεῖτ' ἐπὶ χώρης.
|
|
|
124. ῥινοὺς δ' ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,
|
|
|
125. ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι
|
|
|
126. δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον. αὐτὰρ ἔπειτα
|
|
|
127. Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα
|
|
|
128. λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας
|
|
|
129. κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.
|
|
|
130. ἔνθ' ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς·
|
|
|
131. ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα
|
|
|
132. ἡδεῖ'· ἀλλ' οὐδ' ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ
|
|
|
133. καί τε μάλ' ἱμείροντι περῆν' ἱερῆς κατὰ δειρῆς.
|
|
|
134. ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,
|
|
|
135. δημὸν καὶ κρέα πολλά, μετήορα δ' αἶψ' ἀνάειρε,
|
|
|
136. σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκαν' ἀείρας
|
|
|
137. οὐλόποδ' οὐλοκάρηνα πυρὸς κατεδάμνατ' ἀϋτμῇ.
|
|
|
138. αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων
|
|
|
139. σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην,
|
|
|
140. ἀνθρακιὴν δ' ἐμάρανε, κόνιν δ' ἀμάθυνε μέλαιναν
|
|
|
141. παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης.
|
|
|
142. Κυλλήνης δ' αἶψ' αὖτις ἀφίκετο δῖα κάρηνα
|
|
|
143. ὄρθριος, οὐδέ τίς οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν
|
|
|
144. οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,
|
|
|
145. οὐδὲ κύνες λελάκοντο· Διὸς δ' ἐριούνιος Ἑρμῆς
|
|
|
146. δοχμωθεὶς μεγάροιο διὰ κλήϊθρον ἔδυνεν
|
|
|
147. αὔρῃ ὀπωρινῇ ἐναλίγκιος ἠΰτ' ὀμίχλη.
|
|
|
148. ἰθύσας δ' ἄντρου ἐξίκετο πίονα νηὸν
|
|
|
149. ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν ὥς περ ἐπ' οὔδει.
|
|
|
150. ἐσσυμένως δ' ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς·
|
|
|
151. σπάργανον ἀμφ' ὤμοις εἰλυμένος ἠΰτε τέκνον
|
|
|
152. νήπιον ἐν παλάμῃσι περ' ἰγνύσι λαῖφος ἀθύρων
|
|
|
153. κεῖτο, χέλυν ἐρατὴν ἐπ' ἀριστερὰ χειρὸς ἐέργων.
|
|
|
154. μητέρα δ' οὐκ ἄρ' ἔληθε θεὰν θεός, εἶπέ τε μῦθον·
|
|
|
155. τίπτε σὺ ποικιλομῆτα πόθεν τόδε νυκτὸς ἐν ὥρῃ
|
|
|
156. ἔρχῃ ἀναιδείην ἐπιειμένε; νῦν σε μάλ' οἴω
|
|
|
157. ἢ τάχ' ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα
|
|
|
158. Λητοΐδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν,
|
|
|
159. ἢ σὲ φέροντα μεταξὺ κατ' ἄγκεα φηλητεύσειν.
|
|
|
160. ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν
|
|
|
161. θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.
|
|
|
162. τὴν δ' Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
|
|
|
163. μῆτερ ἐμὴ τί με ταῦτα τιτύσκεαι ἠΰτε τέκνον
|
|
|
164. νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,
|
|
|
165. ταρβαλέον καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;
|
|
|
166. αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι ἥ τις ἀρίστη
|
|
|
167. βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι
|
|
|
168. νῶϊ μετ' ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι
|
|
|
169. αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθ', ὡς σὺ κελεύεις.
|
|
|
170. βέλτερον ἤματα πάντα μετ' ἀθανάτοις ὀαρίζειν
|
|
|
171. πλούσιον ἀφνειὸν πολυλήϊον ἢ κατὰ δῶμα
|
|
|
172. ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς
|
|
|
173. κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι ἧς περ Ἀπόλλων.
|
|
|
174. εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἤτοι ἔγωγε
|
|
|
175. πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.
|
|
|
176. εἰ δέ μ' ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,
|
|
|
177. ἄλλο τί οἱ καὶ μεῖζον ὀΐομαι ἀντιβολήσειν.
|
|
|
178. εἶμι γὰρ εἰς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων·
|
|
|
179. ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας
|
|
|
180. πορθήσω καὶ χρυσόν, ἅλις τ' αἴθωνα σίδηρον
|
|
|
181. καὶ πολλὴν ἐσθῆτα· σὺ δ' ὄψεαι αἴ κ' ἐθέλῃσθα.
|
|
|
182. ὣς οἱ μέν ῥ' ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον
|
|
|
183. υἱός τ' αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.
|
|
|
184. ἠὼς δ' ἠριγένεια φόως θνητοῖσι φέρουσα
|
|
|
185. ὤρνυτ' ἀπ' Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων
|
|
|
186. Ὀγχηστὸν δ' ἀφίκανε κιὼν πολυήρατον ἄλσος
|
|
|
187. ἁγνὸν ἐρισφαράγου γαιηόχου· ἔνθα γέροντα
|
|
|
188. κνώδαλον εὗρε νέμοντα παρὲξ ὁδοῦ ἕρκος ἀλωῆς.
|
|
|
189. τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός·
|
|
|
190. ὦ γέρον Ὀγχηστοῖο βατοδρόπε ποιήεντος
|
|
|
191. βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδ' ἱκάνω
|
|
|
192. πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,
|
|
|
193. ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπ' ἄλλων
|
|
|
194. κυάνεος, χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο
|
|
|
195. τέσσαρες ἠΰτε φῶτες ὁμόφρονες· οἱ μὲν ἔλειφθεν
|
|
|
196. οἵ τε κύνες ὅ τε ταῦρος, ὃ δὴ περὶ θαῦμα τέτυκται·
|
|
|
197. ταὶ δ' ἔβαν ἠελίοιο νέον καταδυομένοιο
|
|
|
198. ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.
|
|
|
199. ταῦτά μοι εἰπὲ γεραιὲ παλαιγενὲς εἴ που ὄπωπας
|
|
|
200. ἀνέρα ταῖσδ' ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.
|
|
|
201. τὸν δ' ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·
|
|
|
202. ὦ φίλος ἀργαλέον μὲν ὅσ' ὀφθαλμοῖσιν ἴδοιτο
|
|
|
203. πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,
|
|
|
204. τῶν οἱ μὲν κακὰ πολλὰ μεμαότες, οἱ δὲ μάλ' ἐσθλὰ
|
|
|
205. φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον.
|
|
|
206. αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
|
|
|
207. ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο·
|
|
|
208. παῖδα δ' ἔδοξα φέριστε, σαφὲς δ' οὐκ οἶδα, νοῆσαι,
|
|
|
209. ὅς τις ὁ παῖς ἅμα βουσὶν ἐϋκραίρῃσιν ὀπήδει
|
|
|
210. νήπιος, εἶχε δὲ ῥάβδον, ἐπιστροφάδην δ' ἐβάδιζεν,
|
|
|
211. ἐξοπίσω δ' ἀνέεργε, κάρη δ' ἔχεν ἀντίον αὐτῷ.
|
|
|
212. φῆ ῥ' ὁ γέρων· ὁ δὲ θᾶττον ὁδὸν κίε μῦθον ἀκούσας.
|
|
|
213. οἰωνὸν δ' ἐνόει τανυσίπτερον, αὐτίκα δ' ἔγνω
|
|
|
214. φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.
|
|
|
215. ἐσσυμένως δ' ἤϊξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων
|
|
|
216. ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,
|
|
|
217. πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους·
|
|
|
218. ἴχνιά τ' εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον·
|
|
|
219. ὢ πόποι ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι·
|
|
|
220. ἴχνια μὲν τάδε γ' ἐστὶ βοῶν ὀρθοκραιράων,
|
|
|
221. ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·
|
|
|
222. βήματα δ' οὔτ' ἀνδρὸς τάδε γίνεται οὔτε γυναικὸς
|
|
|
223. οὔτε λύκων πολιῶν οὔτ' ἄρκτων οὔτε λεόντων·
|
|
|
224. οὔτε τι κενταύρου λασιαύχενος ἔλπομαι εἶναι
|
|
|
225. ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν·
|
|
|
226. αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δ' αἰνότερ' ἔνθεν ὁδοῖο.
|
|
|
227. ὣς εἰπὼν ἤϊξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
|
|
|
228. Κυλλήνης δ' ἀφίκανεν ὄρος καταειμένον ὕλῃ
|
|
|
229. πέτρης εἰς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη
|
|
|
230. ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.
|
|
|
231. ὀδμὴ δ' ἱμερόεσσα δι' οὔρεος ἠγαθέοιο
|
|
|
232. κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.
|
|
|
233. ἔνθα τότε σπεύδων κατεβήσατο λάϊνον οὐδὸν
|
|
|
234. ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.
|
|
|
235. τὸν δ' ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς
|
|
|
236. χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,
|
|
|
237. σπάργαν' ἔσω κατέδυνε θυήεντ'· ἠΰτε πολλὴν
|
|
|
238. πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,
|
|
|
239. ὣς Ἑρμῆς ἑκάεργον ἰδὼν ἀνεείλε' ἓ αὐτόν.
|
|
|
240. ἐν δ' ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε
|
|
|
241. φή ῥα νεόλλουτος προκαλεύμενος ἥδυμον ὕπνον,
|
|
|
242. ἐγρήσσων ἐτεόν γε· χέλυν δ' ὑπὸ μασχάλῃ εἶχε.
|
|
|
243. γνῶ δ' οὐδ' ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς
|
|
|
244. νύμφην τ' οὐρείην περικαλλέα καὶ φίλον υἱόν,
|
|
|
245. παῖδ' ὀλίγον δολίῃς εἰλυμένον ἐντροπίῃσι.
|
|
|
246. παπτήνας δ' ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο
|
|
|
247. τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῗδα φαεινὴν
|
|
|
248. νέκταρος ἐμπλείους ἠδ' ἀμβροσίης ἐρατεινῆς·
|
|
|
249. πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,
|
|
|
250. πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,
|
|
|
251. οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν.
|
|
|
252. ἔνθ' ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο
|
|
|
253. Λητοΐδης μύθοισι προσηύδα κύδιμον Ἑρμῆν·
|
|
|
254. ὦ παῖ ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς
|
|
|
255. θᾶττον· ἐπεὶ τάχα νῶϊ διοισόμεθ' οὐ κατὰ κόσμον.
|
|
|
256. ῥίψω γάρ σε βαλὼν ἐς Τάρταρον ἠερόεντα,
|
|
|
257. εἰς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ
|
|
|
258. ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλ' ὑπὸ γαίῃ
|
|
|
259. ἐρρήσεις ὀλίγοισι μετ' ἀνδράσιν ἡγεμονεύων.
|
|
|
260. τὸν δ' Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
|
|
|
261. Λητοΐδη τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας
|
|
|
262. καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ' ἱκάνεις;
|
|
|
263. οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα·
|
|
|
264. οὐκ ἂν μηνύσαιμ', οὐκ ἂν μήνυτρον ἀροίμην·
|
|
|
265. οὐδὲ βοῶν ἐλατῆρι κραταιῷ φωτὶ ἔοικα,
|
|
|
266. οὐδ' ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν·
|
|
|
267. ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρός,
|
|
|
268. σπάργανά τ' ἀμφ' ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.
|
|
|
269. μή τις τοῦτο πύθοιτο πόθεν τόδε νεῖκος ἐτύχθη·
|
|
|
270. καί κεν δὴ μέγα θαῦμα μετ' ἀθανάτοισι γένοιτο
|
|
|
271. παῖδα νέον γεγαῶτα διὰ προθύροιο περῆσαι
|
|
|
272. βουσὶ μετ' ἀγραύλοισι· τὸ δ' ἀπρεπέως ἀγορεύεις.
|
|
|
273. χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δ' ὑπὸ χθών.
|
|
|
274. εἰ δὲ θέλεις πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι·
|
|
|
275. μὴ μὲν ἐγὼ μήτ' αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι,
|
|
|
276. μήτε τιν' ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,
|
|
|
277. αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.
|
|
|
278. ὣς ἄρ' ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων
|
|
|
279. ὀφρύσι ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,
|
|
|
280. μάκρ' ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων.
|
|
|
281. τὸν δ' ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων·
|
|
|
282. ὦ πέπον ἠπεροπευτὰ δολοφραδὲς ἦ σε μάλ' οἴω
|
|
|
283. πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας
|
|
|
284. ἔννυχον οὔ χ' ἕνα μοῦνον ἐπ' οὔδεϊ φῶτα καθίσσαι
|
|
|
285. σκευάζοντα κατ' οἶκον ἄτερ ψόφου, οἷ' ἀγορεύεις.
|
|
|
286. πολλοὺς δ' ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας
|
|
|
287. οὔρεος ἐν βήσσῃς, ὁπόταν κρειῶν ἐρατίζων
|
|
|
288. ἀντῇς βουκολίοισι καὶ εἰροπόκοις ὀΐεσσιν.
|
|
|
289. ἀλλ' ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,
|
|
|
290. ἐκ λίκνου κατάβαινε μελαίνης νυκτὸς ἑταῖρε.
|
|
|
291. τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετ' ἀθανάτοις γέρας ἕξεις·
|
|
|
292. ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.
|
|
|
293. ὣς ἄρ' ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.
|
|
|
294. σὺν δ' ἄρα φρασσάμενος τότε δὴ κρατὺς ἀργεϊφόντης
|
|
|
295. οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί,
|
|
|
296. τλήμονα γαστρὸς ἔριθον ἀτάσθαλον ἀγγελιώτην.
|
|
|
297. ἐσσυμένως δὲ μετ' αὐτὸν ἐπέπταρε, τοῖο δ' Ἀπόλλων
|
|
|
298. ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.
|
|
|
299. ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο
|
|
|
300. Ἑρμῆν κερτομέων, καί μιν πρὸς μῦθον ἔειπε·
|
|
|
301. θάρσει σπαργανιῶτα Διὸς καὶ Μαιάδος υἱέ·
|
|
|
302. εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα
|
|
|
303. τούτοις οἰωνοῖσι· σὺ δ' αὖθ' ὁδὸν ἡγεμονεύσεις.
|
|
|
304. ὣς φάθ'· ὁ δ' αὖτ' ἀνόρουσε θοῶς Κυλλήνιος Ἑρμῆς
|
|
|
305. σπουδῇ ἰών· ἄμφω δὲ παρ' οὔατα χερσὶν ἐώθει,
|
|
|
306. σπάργανον ἀμφ' ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον·
|
|
|
307. πῇ με φέρεις ἑκάεργε θεῶν ζαμενέστατε πάντων;
|
|
|
308. ἦ με βοῶν ἕνεχ' ὧδε χολούμενος ὀρσολοπεύεις;
|
|
|
309. ὦ πόποι εἴθ' ἀπόλοιτο βοῶν γένος· οὐ γὰρ ἔγωγε
|
|
|
310. ὑμετέρας ἔκλεψα βόας, οὐδ' ἄλλον ὄπωπα,
|
|
|
311. αἵ τινές εἰσι βόες· τὸ δὲ δὴ κλέος οἶον ἀκούω.
|
|
|
312. δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.
|
|
|
313. αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρέεινον
|
|
|
314. Ἑρμῆς τ' οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱὸς
|
|
|
315. ἀμφὶς θυμὸν ἔχοντες· ὁ μὲν νημερτέα φωνὴν
|
|
|
316. οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,
|
|
|
317. αὐτὰρ ὁ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν
|
|
|
318. ἤθελεν ἐξαπατᾶν Κυλλήνιος ἀργυρότοξον·
|
|
|
319. αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν
|
|
|
320. ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε
|
|
|
321. πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.
|
|
|
322. αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο
|
|
|
323. ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα·
|
|
|
324. κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.
|
|
|
325. εὐμιλίη δ' ἔχ' Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ
|
|
|
326. ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον ἠῶ.
|
|
|
327. ἔστησαν δ' Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων
|
|
|
328. πρόσθε Διὸς γούνων· ὁ δ' ἀνείρετο φαίδιμον υἱὸν
|
|
|
329. Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε·
|
|
|
330. Φοῖβε πόθεν ταύτην μενοεικέα ληΐδ' ἐλαύνεις
|
|
|
331. παῖδα νέον γεγαῶτα φυὴν κήρυκος ἔχοντα;
|
|
|
332. σπουδαῖον τόδε χρῆμα θεῶν μεθ' ὁμήγυριν ἦλθε.
|
|
|
333. τὸν δ' αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
|
|
|
334. ὦ πάτερ ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνὸν
|
|
|
335. κερτομέων ὡς οἶος ἐγὼ φιλολήϊός εἰμι.
|
|
|
336. παῖδά τιν' εὗρον τόνδε διαπρύσιον κεραϊστὴν
|
|
|
337. Κυλλήνης ἐν ὄρεσσι πολὺν διὰ χῶρον ἀνύσσας
|
|
|
338. κέρτομον, οἷον ἔγωγε θεῶν οὐκ ἄλλον ὄπωπα
|
|
|
339. οὐδ' ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσ' ἐπὶ γαῖαν.
|
|
|
340. κλέψας δ' ἐκ λειμῶνος ἐμὰς βοῦς ᾤχετ' ἐλαύνων
|
|
|
341. ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
|
|
|
342. εὐθὺ Πύλον δ' ἐλάων· τὰ δ' ἄρ' ἴχνια δοιὰ πέλωρα
|
|
|
343. οἷά τ' ἀγάσσασθαι καὶ ἀγαυοῦ δαίμονος ἔργα.
|
|
|
344. τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα
|
|
|
345. ἀντία βήματ' ἔχουσα κόνις ἀνέφαινε μέλαινα·
|
|
|
346. αὐτὸς δ' οὗτος ὅδ' ἐκτὸς ἀμήχανος, οὔτ' ἄρα ποσσὶν
|
|
|
347. οὔτ' ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον·
|
|
|
348. ἀλλ' ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα
|
|
|
349. τοῖα πέλωρ' ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.
|
|
|
350. ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον,
|
|
|
351. ῥεῖα μάλ' ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν·
|
|
|
352. αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,
|
|
|
353. ἄφραστος γένετ' ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ
|
|
|
354. χῶρον ἀνὰ κρατερόν· τὸν δ' ἐφράσατο βροτὸς ἀνὴρ
|
|
|
355. εἰς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.
|
|
|
356. αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε
|
|
|
357. καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα τὸ δ' ἔνθα,
|
|
|
358. ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικὼς
|
|
|
359. ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον, οὐδέ κεν αὐτὸν
|
|
|
360. αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν
|
|
|
361. αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.
|
|
|
362. αὐτὸς δ' αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν·
|
|
|
363. οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα,
|
|
|
364. οὐδέ κε μηνύσαιμ', οὐδ' ἂν μήνυτρον ἀροίμην.
|
|
|
365. ἦ τοι ἄρ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο Φοῖβος Ἀπόλλων·
|
|
|
366. Ἑρμῆς δ' ἄλλον μῦθον ἐν ἀθανάτοισιν ἔειπε,
|
|
|
367. δείξατο δ' εἰς Κρονίωνα θεῶν σημάντορα πάντων·
|
|
|
368. Ζεῦ πάτερ ἠτοι ἐγώ σοι ἀληθείην ἀγορεύσω·
|
|
|
369. νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.
|
|
|
370. ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς
|
|
|
371. σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο,
|
|
|
372. οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας.
|
|
|
373. μηνύειν δ' ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,
|
|
|
374. πολλὰ δέ μ' ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,
|
|
|
375. οὕνεχ' ὁ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,
|
|
|
376. αὐτὰρ ἐγὼ χθιζὸς γενόμην· τὰ δέ τ' οἶδε καὶ αὐτός·
|
|
|
377. οὔ τι βοῶν ἐλατῆρι κραταιῷ φωτὶ ἐοικώς.
|
|
|
378. πείθεο, καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,
|
|
|
379. ὡς οὐκ οἴκαδ' ἔλασσα βόας, ὣς ὄλβιος εἴην,
|
|
|
380. οὐδ' ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τ' ἀτρεκέως ἀγορεύω.
|
|
|
381. Ἠέλιον δὲ μάλ' αἰδέομαι καὶ δαίμονας ἄλλους,
|
|
|
382. καὶ σὲ φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτὸς
|
|
|
383. ὡς οὐκ αἴτιός εἰμι· μέγαν δ' ἐπιδαίομαι ὅρκον·
|
|
|
384. οὐ μὰ τάδ' ἀθανάτων εὐκόσμητα προθύραια.
|
|
|
385. καί ποτ' ἐγὼ τούτῳ τίσω ποτὶ νηλέα φωρὴν
|
|
|
386. καὶ κρατερῷ περ ἐόντι· σὺ δ' ὁπλοτέροισιν ἄρηγε.
|
|
|
387. ὣς φάτ' ἐπιλλίζων Κυλλήνιος ἀργεϊφόντης,
|
|
|
388. καὶ τὸ σπάργανον εἶχεν ἐπ' ὠλένῃ οὐδ' ἀπέβαλλε.
|
|
|
389. Ζεὺς δὲ μέγ' ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
|
|
|
390. εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.
|
|
|
391. ἀμφοτέρους δ' ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
|
|
|
392. ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν,
|
|
|
393. καὶ δεῖξαι τὸν χῶρον ἐπ' ἀβλαβίῃσι νόοιο
|
|
|
394. ὅππῃ δὴ αὖτ' ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.
|
|
|
395. νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δ' ἀγλαὸς Ἑρμῆς·
|
|
|
396. ῥηϊδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.
|
|
|
397. τὼ δ' ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα
|
|
|
398. ἐς Πύλον ἠμαθόεντα ἐπ' Ἀλφειοῦ πόρον ἷξον·
|
|
|
399. ἀγροὺς δ' ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον
|
|
|
400. ἡχοῦ δὴ τὰ χρήματ' ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.
|
|
|
401. ἔνθ' Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάϊνον ἄντρον
|
|
|
402. εἰς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·
|
|
|
403. Λητοΐδης δ' ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας
|
|
|
404. πέτρῃ ἐπ' ἠλιβάτῳ, τάχα δ' ἤρετο κύδιμον Ἑρμῆν·
|
|
|
405. πῶς ἐδύνω δολομῆτα δύω βόε δειροτομῆσαι,
|
|
|
406. ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἔγωγε
|
|
|
407. θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδὲ τί σε χρὴ
|
|
|
408. μακρὸν ἀέξεσθαι Κυλλήνιε Μαιάδος υἱέ.
|
|
|
409. ὣς ἄρ' ἔφη, καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ
|
|
|
410. ἄγνου· ταὶ δ' ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο
|
|
|
411. αὐτόθεν ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι
|
|
|
412. ῥεῖά τε καὶ πάσῃσιν ἐπ' ἀγραύλοισι βόεσσιν
|
|
|
413. Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων
|
|
|
414. θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς ἀργεϊφόντης
|
|
|
415. χῶρον ὑποβλήδην ἐσκέψατο πῦρ ἀμαρύσσων
|
|
|
416. ἐγκρύψαι μεμαώς· Λητοῦς δ' ἐρικυδέος υἱὸν
|
|
|
417. ῥεῖα μάλ' ἐπρήϋνεν ἑκηβόλον, ὡς ἔθελ' αὐτός,
|
|
|
418. καὶ κρατερόν περ ἐόντα· λαβὼν δ' ἐπ' ἀριστερὰ χειρὸς
|
|
|
419. πλήκτρῳ ἐπειρήτιζε κατὰ μέλος· ἡ δ' ὑπὸ χειρὸς
|
|
|
420. σμερδαλέον κονάβησε, γέλασσε δὲ Φοῖβος Ἀπόλλων
|
|
|
421. γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθ' ἰωὴ
|
|
|
422. θεσπεσίης ἐνοπῆς, καί μιν γλυκὺς ἵμερος ᾕρει
|
|
|
423. θυμῷ ἀκουάζοντα· λύρῃ δ' ἐρατὸν κιθαρίζων
|
|
|
424. στῆ ῥ' ὅ γε θαρσήσας ἐπ' ἀριστερὰ Μαιάδος υἱὸς
|
|
|
425. Φοίβου Ἀπόλλωνος, τάχα δὲ λιγέως κιθαρίζων
|
|
|
426. γηρύετ' ἀμβολάδην, ἐρατὴ δέ οἱ ἕσπετο φωνή,
|
|
|
427. κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνὴν
|
|
|
428. ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.
|
|
|
429. Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ
|
|
|
430. μητέρα Μουσάων, ἡ γὰρ λάχε Μαιάδος υἱόν·
|
|
|
431. τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος
|
|
|
432. ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱὸς
|
|
|
433. πάντ' ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.
|
|
|
434. τὸν δ' ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,
|
|
|
435. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
|
|
|
436. Βουφόνε μηχανιῶτα πονεύμενε δαιτὸς ἑταῖρε
|
|
|
437. πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.
|
|
|
438. ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀΐω.
|
|
|
439. νῦν δ' ἄγε μοι τόδε εἰπὲ πολύτροπε Μαιάδος υἱὲ
|
|
|
440. ἦ σοί γ' ἐκ γενετῆς τάδ' ἅμ' ἕσπετο θαυματὰ ἔργα
|
|
|
441. ἦέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων
|
|
|
442. δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;
|
|
|
443. θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,
|
|
|
444. ἣν οὔ πώ ποτέ φημι δαήμεναι οὔτε τιν' ἀνδρῶν,
|
|
|
445. οὔτε τιν' ἀθανάτων οἳ Ὀλύμπια δώματ' ἔχουσι,
|
|
|
446. νόσφι σέθεν φηλῆτα Διὸς καὶ Μαιάδος υἱέ.
|
|
|
447. τίς τέχνη, τίς Μοῦσα ἀμηχανέων μελεδώνων,
|
|
|
448. τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν
|
|
|
449. εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.
|
|
|
450. καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,
|
|
|
451. τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς
|
|
|
452. καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν·
|
|
|
453. ἀλλ' οὔ πώ τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν
|
|
|
454. οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται·
|
|
|
455. θαυμάζω Διὸς υἱὲ τάδ' ὡς ἐρατὸν κιθαρίζεις.
|
|
|
456. νῦν δ' ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,
|
|
|
457. ἷζε πέπον καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι.
|
|
|
458. νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι
|
|
|
459. σοί τ' αὐτῷ καὶ μητρί· τὸ δ' ἀτρεκέως ἀγορεύσω·
|
|
|
460. ναὶ μὰ τόδε κρανέϊνον ἀκόντιον ἦ μὲν ἐγώ σε
|
|
|
461. κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμονεύσω,
|
|
|
462. δώσω τ' ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.
|
|
|
463. τὸν δ' Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν·
|
|
|
464. εἰρωτᾷς μ' ἑκάεργε περιφραδές· αὐτὰρ ἐγώ σοι
|
|
|
465. τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.
|
|
|
466. σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι
|
|
|
467. βουλῇ καὶ μύθοισι, σὺ δὲ φρεσὶ πάντ' εὖ οἶδας.
|
|
|
468. πρῶτος γὰρ Διὸς υἱὲ μετ' ἀθανάτοισι θαάσσεις
|
|
|
469. ἠΰς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς
|
|
|
470. ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα·
|
|
|
471. καὶ τιμὰς σὲ δέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς
|
|
|
472. μαντείας θ' ἑκάεργε Διὸς πάρα, θέσφατα πάντα·
|
|
|
473. τῶν νῦν αὐτὸς ἔγωγε παῖδ' ἀφνειὸν δεδάηκα.
|
|
|
474. σοὶ δ' αὐτάγρετόν ἐστι δαήμεναι ὅττι μενοινᾷς.
|
|
|
475. ἀλλ' ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν,
|
|
|
476. μέλπεο καὶ κιθάριζε καὶ ἀγλαΐας ἀλέγυνε
|
|
|
477. δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι φίλε κῦδος ὄπαζε.
|
|
|
478. εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην
|
|
|
479. καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.
|
|
|
480. εὔκηλος μὲν ἔπειτα φέρειν εἰς δαῖτα θάλειαν
|
|
|
481. καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον,
|
|
|
482. εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν
|
|
|
483. τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ
|
|
|
484. φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει
|
|
|
485. ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν,
|
|
|
486. ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν
|
|
|
487. νῆϊς ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,
|
|
|
488. μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλίζοι.
|
|
|
489. σοὶ δ' αὐτάγρετόν ἐστι δαήμεναι ὅττι μενοινᾷς.
|
|
|
490. καί τοι ἐγὼ δώσω ταύτην Διὸς ἀγλαὲ κοῦρε·
|
|
|
491. ἡμεῖς δ' αὖτ' ὄρεός τε καὶ ἱπποβότου πεδίοιο
|
|
|
492. βουσὶ νομοὺς ἑκάεργε νομεύσομεν ἀγραύλοισιν.
|
|
|
493. ἔνθεν ἅλις τέξουσι βόες ταύροισι μιγεῖσαι
|
|
|
494. μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ
|
|
|
495. κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.
|
|
|
496. ὣς εἰπὼν ὤρεξ', ὁ δ' ἐδέξατο Φοῖβος Ἀπόλλων,
|
|
|
497. Ἑρμῇ δ' ἐγγυάλιξεν ἔχων μάστιγα φαεινήν,
|
|
|
498. βουκολίας τ' ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς
|
|
|
499. γηθήσας· κίθαριν δὲ λαβὼν ἐπ' ἀριστερὰ χειρὸς
|
|
|
500. Λητοῦς ἀγλαὸς υἱὸς ἄναξ ἑκάεργος Ἀπόλλων
|
|
|
501. πλήκτρῳ ἐπειρήτιζε κατὰ μέλος, ἡ δ' ὑπὸ νέρθεν
|
|
|
502. σμερδαλέον κονάβησε, θεὸς δ' ὑπὸ καλὸν ἄεισεν.
|
|
|
503. ἔνθα βόες μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα
|
|
|
504. ἐτραπέτην· αὐτοὶ δὲ Διὸς περικαλλέα τέκνα
|
|
|
505. ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο
|
|
|
506. τερπόμενοι φόρμιγγι, χάρη δ' ἄρα μητίετα Ζεύς,
|
|
|
507. ἄμφω δ' ἐς φιλότητα συνήγαγε. καὶ τὰ μὲν Ἑρμῆς
|
|
|
508. Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν,
|
|
|
509. σήματ' ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν
|
|
|
510. ἱμερτήν, δεδαὼς ὁ δ' ἐπωλένιον κιθάριζεν·
|
|
|
511. αὐτὸς δ' αὖθ' ἑτέρης σοφίης ἐκμάσσατο τέχνην·
|
|
|
512. συρίγγων ἐνοπὴν ποιήσατο τηλόθ' ἀκουστήν.
|
|
|
513. καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε·
|
|
|
514. δείδια Μαιάδος υἱὲ διάκτορε ποικιλομῆτα
|
|
|
515. μή μοι ἀνακλέψῃς κίθαριν καὶ καμπύλα τόξα·
|
|
|
516. τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβιμα ἔργα
|
|
|
517. θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.
|
|
|
518. ἀλλ' εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,
|
|
|
519. ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,
|
|
|
520. πάντ' ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.
|
|
|
521. καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε
|
|
|
522. μή ποτ' ἀποκλέψειν ὅσ' Ἑκηβόλος ἐκτεάτισται,
|
|
|
523. μηδέ ποτ' ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων
|
|
|
524. Λητοΐδης κατένευσεν ἐπ' ἀρθμῷ καὶ φιλότητι
|
|
|
525. μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,
|
|
|
526. μήτε θεὸν μήτ' ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον
|
|
|
527. σύμβολον ἀθανάτων ποιήσομαι ἠδ' ἅμα πάντων
|
|
|
528. πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα
|
|
|
529. ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον
|
|
|
530. χρυσείην τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει
|
|
|
531. πάντας ἐπικραίνουσα θεμοὺς ἐπέων τε καὶ ἔργων
|
|
|
532. τῶν ἀγαθῶν ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.
|
|
|
533. μαντείην δὲ φέριστε διοτρεφὲς ἣν ἐρεείνεις
|
|
|
534. οὔτε σε θέσφατόν ἐστι δαήμεναι οὔτε τιν' ἄλλον
|
|
|
535. ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἔγωγε
|
|
|
536. πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον
|
|
|
537. μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων
|
|
|
538. ἄλλον γ' εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.
|
|
|
539. καὶ σὺ κασίγνητε χρυσόρραπι μή με κέλευε
|
|
|
540. θέσφατα πιφαύσκειν ὅσα μήδεται εὐρύοπα Ζεύς.
|
|
|
541. ἀνθρώπων δ' ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,
|
|
|
542. πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ' ἀνθρώπων.
|
|
|
543. καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται ὅς τις ἂν ἔλθῃ
|
|
|
544. φωνῇ τ' ἠδὲ ποτῇσι τεληέντων οἰωνῶν·
|
|
|
545. οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται οὐδ' ἀπατήσω.
|
|
|
546. ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι
|
|
|
547. μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν
|
|
|
548. ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,
|
|
|
549. φήμ' ἁλίην ὁδὸν εἶσιν, ἐγὼ δέ κε δῶρα δεχοίμην.
|
|
|
550. ἄλλο δέ τοι ἐρέω Μαίης ἐρικυδέος υἱὲ
|
|
|
551. καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον·
|
|
|
552. σεμναὶ γάρ τινες εἰσὶ κασίγνηται γεγαυῖαι
|
|
|
553. παρθένοι ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι
|
|
|
554. τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκὰ
|
|
|
555. οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο
|
|
|
556. μαντείης ἀπάνευθε διδάσκαλοι ἣν ἐπὶ βουσὶ
|
|
|
557. παῖς ἔτ' ἐὼν μελέτησα· πατὴρ δ' ἐμὸς οὐκ ἀλέγιζεν.
|
|
|
558. ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλῃ
|
|
|
559. κηρία βόσκονται καί τε κραίνουσιν ἕκαστα.
|
|
|
560. αἱ δ' ὅτε μὲν θυίωσιν ἐδηδυῖαι μέλι χλωρὸν
|
|
|
561. προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν·
|
|
|
562. ἢν δ' ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδὴν
|
|
|
563. ψεύδονται δὴ ἔπειτα δι' ἀλλήλων δονέουσαι.
|
|
|
564. τάς τοι ἔπειτα δίδωμι, σὺ δ' ἀτρεκέως ἐρεείνων
|
|
|
565. σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείης
|
|
|
566. πολλάκι σῆς ὀμφῆς ἐπακούσεται αἴ κε τύχῃσι.
|
|
|
567. ταῦτ' ἔχε Μαιάδος υἱὲ καὶ ἀγραύλους ἕλικας βοῦς,
|
|
|
568. ἵππους τ' ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργοὺς
|
|
|
569. καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι
|
|
|
570. καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών,
|
|
|
571. πᾶσι δ' ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,
|
|
|
572. οἶον δ' εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,
|
|
|
573. ὅς τ' ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.
|
|
|
574. οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων
|
|
|
575. παντοίῃ φιλότητι, χάριν δ' ἐπέθηκε Κρονίων.
|
|
|
576. πᾶσι δ' ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ·
|
|
|
577. παῦρα μὲν οὖν ὀνίνησι, τὸ δ' ἄκριτον ἠπεροπεύει
|
|
|
578. νύκτα δι' ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.
|
|
|
579. καὶ σὺ μὲν οὕτω χαῖρε Διὸς καὶ Μαιάδος υἱέ·
|
|
|
580. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.
|
Error occured:
Success!
Logging in...
Logging out...
Login
Logout
To logout click this button