|
|
1. Μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης
|
|
|
2. Κύπριδος, ἥ τε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε
|
|
|
3. καί τ' ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων,
|
|
|
4. οἰωνούς τε διϊπετέας καὶ θηρία πάντα,
|
|
|
5. ἠμὲν ὅσ' ἤπειρος πολλὰ τρέφει ἠδ' ὅσα πόντος·
|
|
|
6. πᾶσιν δ' ἔργα μέμηλεν ἐϋστεφάνου Κυθερείης.
|
|
|
7. τρισσὰς δ' οὐ δύναται πεπιθεῖν φρένας οὐδ' ἀπατῆσαι·
|
|
|
8. κούρην τ' αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην·
|
|
|
9. οὐ γάρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,
|
|
|
10. ἀλλ' ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος,
|
|
|
11. ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργ' ἀλεγύνειν.
|
|
|
12. πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε
|
|
|
13. ποιῆσαι σατίνας καὶ ἅρματα ποικίλα χαλκῷ·
|
|
|
14. ἡ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν
|
|
|
15. ἀγλαὰ ἔργ' ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.
|
|
|
16. οὐδέ ποτ' Ἀρτέμιδα χρυσηλάκατον κελαδεινὴν
|
|
|
17. δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη·
|
|
|
18. καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,
|
|
|
19. φόρμιγγές τε χοροί τε διαπρύσιοί τ' ὀλολυγαὶ
|
|
|
20. ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.
|
|
|
21. οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδεν ἔργ' Ἀφροδίτης
|
|
|
22. Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,
|
|
|
23. αὖτις δ' ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,
|
|
|
24. πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·
|
|
|
25. ἡ δὲ μάλ' οὐκ ἔθελεν ἀλλὰ στερεῶς ἀπέειπεν,
|
|
|
26. ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,
|
|
|
27. ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο
|
|
|
28. παρθένος ἔσσεσθαι πάντ' ἤματα, δῖα θεάων.
|
|
|
29. τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο,
|
|
|
30. καί τε μέσῳ οἴκῳ κατ' ἄρ' ἕζετο πῖαρ ἑλοῦσα.
|
|
|
31. πᾶσιν δ' ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι
|
|
|
32. καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.
|
|
|
33. τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδ' ἀπατῆσαι·
|
|
|
34. τῶν δ' ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστ' Ἀφροδίτην
|
|
|
35. οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
|
|
|
36. καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,
|
|
|
37. ὅς τε μέγιστός τ' ἐστί, μεγίστης τ' ἔμμορε τιμῆς·
|
|
|
38. καί τε τοῦ εὖτε θέλοι πυκινὰς φρένας ἐξαπαφοῦσα
|
|
|
39. ῥηϊδίως συνέμιξε καταθνητῇσι γυναιξὶν
|
|
|
40. Ἥρης ἐκλελαθοῦσα κασιγνήτης ἀλόχου τε,
|
|
|
41. ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι,
|
|
|
42. κυδίστην δ' ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης
|
|
|
43. μήτηρ τε Ῥείη· Ζεὺς δ' ἄφθιτα μήδεα εἰδὼς
|
|
|
44. αἰδοίην ἄλοχον ποιήσατο κέδν' εἰδυῖαν.
|
|
|
45. τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
|
|
|
46. ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα
|
|
|
47. μηδ' αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη
|
|
|
48. καί ποτ' ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
|
|
|
49. ἡδὺ γελοιήσασα φιλομμειδὴς Ἀφροδίτη
|
|
|
50. ὥς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξὶ
|
|
|
51. καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,
|
|
|
52. ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.
|
|
|
53. Ἀγχίσεω δ' ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,
|
|
|
54. ὃς τότ' ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης
|
|
|
55. βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.
|
|
|
56. τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη
|
|
|
57. ἠράσατ', ἐκπάγλως δὲ κατὰ φρένας ἵμερος εἷλεν.
|
|
|
58. ἐς Κύπρον δ' ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν
|
|
|
59. ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης·
|
|
|
60. ἔνθ' ἥ γ' εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
|
|
|
61. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
|
|
|
62. ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
|
|
|
63. ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.
|
|
|
64. ἑσσαμένη δ' εὖ πάντα περὶ χροῒ εἵματα καλὰ
|
|
|
65. χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη
|
|
|
66. σεύατ' ἐπὶ Τροίης προλιποῦσ' εὐώδεα Κύπρον
|
|
|
67. ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
|
|
|
68. Ἴδην δ' ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,
|
|
|
69. βῆ δ' ἰθὺς σταθμοῖο δι' οὔρεος· οἱ δὲ μετ' αὐτὴν
|
|
|
70. σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες
|
|
|
71. ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι
|
|
|
72. ἤϊσαν· ἡ δ' ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν
|
|
|
73. καὶ τοῖς ἐν στήθεσσι βάλ' ἵμερον, οἱ δ' ἅμα πάντες
|
|
|
74. σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους.
|
|
|
75. αὐτὴ δ' ἐς κλισίας εὐποιήτους ἀφίκανε·
|
|
|
76. τὸν δ' εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ' ἄλλων
|
|
|
77. Ἀγχίσην ἥρωα θεῶν ἄπο κάλλος ἔχοντα.
|
|
|
78. οἱ δ' ἅμα βουσὶν ἕποντο νομοὺς κάτα ποιήεντας
|
|
|
79. πάντες, ὁ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ' ἄλλων
|
|
|
80. πωλεῖτ' ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.
|
|
|
81. στῆ δ' αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
|
|
|
82. παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,
|
|
|
83. μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.
|
|
|
84. Ἀγχίσης δ' ὁρόων ἐφράζετο θαύμαινέν τε
|
|
|
85. εἶδός τε μέγεθος καὶ εἵματα σιγαλόεντα.
|
|
|
86. πέπλον μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,
|
|
|
87. εἶχε δ' ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς,
|
|
|
88. ὅρμοι δ' ἀμφ' ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν
|
|
|
89. καλοὶ χρύσειοι παμποίκιλοι· ὡς δὲ σελήνη
|
|
|
90. στήθεσιν ἀμφ' ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι.
|
|
|
91. Ἀγχίσην δ' ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα·
|
|
|
92. χαῖρε ἄνασσ', ἥ τις μακάρων τάδε δώμαθ' ἱκάνεις,
|
|
|
93. Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη
|
|
|
94. ἢ Θέμις ἠϋγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη
|
|
|
95. ἤ πού τις Χαρίτων δεῦρ' ἤλυθες, αἵ τε θεοῖσι
|
|
|
96. πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,
|
|
|
97. ἤ τις νυμφάων αἵ τ' ἄλσεα καλὰ νέμονται,
|
|
|
98. ἢ νυμφῶν αἳ καλὸν ὄρος τόδε ναιετάουσι
|
|
|
99. καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
|
|
|
100. σοὶ δ' ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,
|
|
|
101. βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ
|
|
|
102. ὥρῃσιν πάσῃσι· σὺ δ' εὔφρονα θυμὸν ἔχουσα
|
|
|
103. δός με μετὰ Τρώεσσιν ἀριπρεπέ' ἔμμεναι ἄνδρα,
|
|
|
104. ποίει δ' εἰσοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμ' αὐτὸν
|
|
|
105. δηρὸν ἐῢ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο
|
|
|
106. ὄλβιον ἐν λαοῖς καὶ γήραος οὐδὸν ἱκέσθαι.
|
|
|
107. τὸν δ' ἠμείβετ' ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
|
|
|
108. Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
|
|
|
109. οὔ τίς τοι θεός εἰμι· τί μ' ἀθανάτῃσιν ἐΐσκεις;
|
|
|
110. ἀλλὰ καταθνητή γε, γυνὴ δέ με γείνατο μήτηρ.
|
|
|
111. Ὀτρεὺς δ' ἐστὶ πατὴρ ὄνομα κλυτός, εἴ που ἀκούεις,
|
|
|
112. ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.
|
|
|
113. γλῶσσαν δ' ὑμετέρην καὶ ἡμετέρην σάφα οἶδα·
|
|
|
114. Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν, ἡ δὲ διαπρὸ
|
|
|
115. σμικρὴν παῖδ' ἀτίταλλε φίλης παρὰ μητρὸς ἑλοῦσα.
|
|
|
116. ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.
|
|
|
117. νῦν δέ μ' ἀνήρπαξε χρυσόρραπις ἀργεϊφόντης
|
|
|
118. ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.
|
|
|
119. πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι
|
|
|
120. παίζομεν, ἀμφὶ δ' ὅμιλος ἀπείριτος ἐστεφάνωτο·
|
|
|
121. ἔνθεν μ' ἥρπαξε χρυσόρραπις ἀργεϊφόντης,
|
|
|
122. πολλὰ δ' ἔπ' ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,
|
|
|
123. πολλὴν δ' ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες
|
|
|
124. ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους,
|
|
|
125. οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης·
|
|
|
126. Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι
|
|
|
127. κουριδίην ἄλοχον, σοὶ δ' ἀγλαὰ τέκνα τεκεῖσθαι.
|
|
|
128. αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν ἤτοι ὅ γ' αὖτις
|
|
|
129. ἀθανάτων μετὰ φῦλ' ἀπέβη κρατὺς ἀργεϊφόντης·
|
|
|
130. αὐτὰρ ἐγώ σ' ἱκόμην, κρατερὴ δέ μοι ἔπλετ' ἀνάγκη.
|
|
|
131. ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων
|
|
|
132. ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·
|
|
|
133. ἀδμήτην μ' ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος
|
|
|
134. πατρί τε σῷ δεῖξον καὶ μητέρι κεδνὰ ἰδυίῃ
|
|
|
135. σοῖς τε κασιγνήτοις οἵ τοι ὁμόθεν γεγάασιν·
|
|
|
136. οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλ' ἐϊκυῖα.
|
|
|
137. πέμψαι δ' ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους
|
|
|
138. εἰπεῖν πατρί τ' ἐμῷ καὶ μητέρι κηδομένῃ περ·
|
|
|
139. οἱ δέ κέ τοι χρυσόν τε ἅλις ἐσθῆτά θ' ὑφαντὴν
|
|
|
140. πέμψουσιν, σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.
|
|
|
141. ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα
|
|
|
142. τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.
|
|
|
143. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.
|
|
|
144. Ἀγχίσην δ' ἔρος εἷλεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·
|
|
|
145. εἰ μὲν θνητή τ' ἐσσί, γυνὴ δέ σε γείνατο μήτηρ,
|
|
|
146. Ὀτρεὺς δ' ἐστὶ πατὴρ ὄνομα κλυτός, ὡς ἀγορεύεις,
|
|
|
147. ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδ' ἱκάνεις
|
|
|
148. Ἑρμέω, ἐμὴ δ' ἄλοχος κεκλήσεαι ἤματα πάντα·
|
|
|
149. οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων
|
|
|
150. ἐνθάδε με σχήσει πρὶν σῇ φιλότητι μιγῆναι
|
|
|
151. αὐτίκα νῦν· οὐδ' εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων
|
|
|
152. τόξου ἀπ' ἀργυρέου προϊῇ βέλεα στονόεντα.
|
|
|
153. βουλοίμην κεν ἔπειτα, γύναι ἐϊκυῖα θεῇσι,
|
|
|
154. σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄϊδος εἴσω.
|
|
|
155. ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δ' Ἀφροδίτη
|
|
|
156. ἕρπε μεταστρεφθεῖσα κατ' ὄμματα καλὰ βαλοῦσα
|
|
|
157. ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι
|
|
|
158. χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν
|
|
|
159. ἄρκτων δέρματ' ἔκειτο βαρυφθόγγων τε λεόντων,
|
|
|
160. τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν.
|
|
|
161. οἱ δ' ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,
|
|
|
162. κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,
|
|
|
163. πόρπας τε γναμπτάς θ' ἕλικας κάλυκάς τε καὶ ὅρμους.
|
|
|
164. λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα
|
|
|
165. ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου
|
|
|
166. Ἀγχίσης· ὁ δ' ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ
|
|
|
167. ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.
|
|
|
168. ἦμος δ' ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες
|
|
|
169. βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων,
|
|
|
170. τῆμος ἄρ' Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε
|
|
|
171. νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.
|
|
|
172. ἑσσαμένη δ' εὖ πάντα περὶ χροῒ δῖα θεάων
|
|
|
173. ἔστη ἄρα κλισίῃ, εὐποιήτοιο μελάθρου
|
|
|
174. κῦρε κάρη, κάλλος δὲ παρειάων ἀπέλαμπεν
|
|
|
175. ἄμβροτον, οἷόν τ' ἐστὶν ἐϋστεφάνου Κυθερείης.
|
|
|
176. ἐξ ὕπνου τ' ἀνέγειρεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·
|
|
|
177. ὄρσεο Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;
|
|
|
178. καὶ φράσαι εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι
|
|
|
179. οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;
|
|
|
180. ὣς φάθ'· ὁ δ' ἐξ ὕπνοιο μάλ' ἐμμαπέως ὑπάκουσεν.
|
|
|
181. ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλ' Ἀφροδίτης
|
|
|
182. τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ.
|
|
|
183. ἂψ δ' αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα,
|
|
|
184. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
|
|
|
185. αὐτίκα σ' ὡς τὰ πρῶτα θεὰ ἴδον ὀφθαλμοῖσιν
|
|
|
186. ἔγνων ὡς θεὸς ἦσθα· σὺ δ' οὐ νημερτὲς ἔειπες.
|
|
|
187. ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο
|
|
|
188. μή με ζῶντ' ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς
|
|
|
189. ναίειν, ἀλλ' ἐλέαιρ'· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ
|
|
|
190. γίνεται ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι.
|
|
|
191. τὸν δ' ἠμείβετ' ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
|
|
|
192. Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,
|
|
|
193. θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην·
|
|
|
194. οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε
|
|
|
195. οὐδ' ἄλλων μακάρων, ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι.
|
|
|
196. σοὶ δ' ἔσται φίλος υἱὸς ὃς ἐν Τρώεσσιν ἀνάξει
|
|
|
197. καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάονται·
|
|
|
198. τῷ δὲ καὶ Αἰνείας ὄνομ' ἔσσεται οὕνεκά μ' αἰνὸν
|
|
|
199. ἔσχεν ἄχος ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ·
|
|
|
200. ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων
|
|
|
201. αἰεὶ ἀφ' ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.
|
|
|
202. ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητίετα Ζεὺς
|
|
|
203. ἥρπασεν ὃν διὰ κάλλος ἵν' ἀθανάτοισι μετείη
|
|
|
204. καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,
|
|
|
205. θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι,
|
|
|
206. χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.
|
|
|
207. Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει
|
|
|
208. ὅππῃ οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα·
|
|
|
209. τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα.
|
|
|
210. καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα
|
|
|
211. ἵππους ἀρσίποδας, τοί τ' ἀθανάτους φορέουσι.
|
|
|
212. τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα
|
|
|
213. Ζηνὸς ἐφημοσύνῃσι διάκτορος ἀργεϊφόντης,
|
|
|
214. ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.
|
|
|
215. αὐτὰρ ἐπεὶ δὴ Ζηνὸς ὅ γ' ἔκλυεν ἀγγελιάων
|
|
|
216. οὐκέτ' ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,
|
|
|
217. γηθόσυνος δ' ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.
|
|
|
218. ὣς δ' αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠὼς
|
|
|
219. ὑμετέρης γενεῆς ἐπιείκελον ἀθανάτοισι.
|
|
|
220. βῆ δ' ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα
|
|
|
221. ἀθάνατόν τ' εἶναι καὶ ζώειν ἤματα πάντα·
|
|
|
222. τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
|
|
|
223. νηπίη, οὐδ' ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς
|
|
|
224. ἥβην αἰτῆσαι, ξῦσαί τ' ἄπο γῆρας ὀλοιόν.
|
|
|
225. τὸν δ' ἤτοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη,
|
|
|
226. Ἠοῖ τερπόμενος χρυσοθρόνῳ ἠριγενείῃ
|
|
|
227. ναῖε παρ' Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·
|
|
|
228. αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι
|
|
|
229. καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,
|
|
|
230. τοῦ δ' ἤτοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,
|
|
|
231. αὐτὸν δ' αὖτ' ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα
|
|
|
232. σίτῳ τ' ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.
|
|
|
233. ἀλλ' ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν
|
|
|
234. οὐδέ τι κινῆσαι μελέων δύνατ' οὐδ' ἀναεῖραι,
|
|
|
235. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
|
|
|
236. ἐν θαλάμῳ κατέθηκε, θύρας δ' ἐπέθηκε φαεινάς.
|
|
|
237. τοῦ δ' ἤτοι φωνὴ ῥεῖ ἄσπετος, οὐδέ τι κῖκυς
|
|
|
238. ἔσθ' οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
|
|
|
239. οὐκ ἂν ἔγωγε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην
|
|
|
240. ἀθάνατόν τ' εἶναι καὶ ζώειν ἤματα πάντα.
|
|
|
241. ἀλλ' εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε
|
|
|
242. ζώοις, ἡμέτερός τε πόσις κεκλημένος εἴης,
|
|
|
243. οὐκ ἂν ἔπειτά μ' ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.
|
|
|
244. νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίϊον ἀμφικαλύψει
|
|
|
245. νηλειές, τό τ' ἔπειτα παρίσταται ἀνθρώποισιν,
|
|
|
246. οὐλόμενον καματηρόν, ὅ τε στυγέουσι θεοί περ.
|
|
|
247. αὐτὰρ ἐμοὶ μέγ' ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν
|
|
|
248. ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,
|
|
|
249. οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας
|
|
|
250. ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,
|
|
|
251. τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.
|
|
|
252. νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι
|
|
|
253. τοῦτο μετ' ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην
|
|
|
254. σχέτλιον οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,
|
|
|
255. παῖδα δ' ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.
|
|
|
256. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,
|
|
|
257. νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,
|
|
|
258. αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·
|
|
|
259. αἵ ῥ' οὔτε θνητοῖς οὔτ' ἀθανάτοισιν ἕπονται·
|
|
|
260. δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι,
|
|
|
261. καί τε μετ' ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.
|
|
|
262. τῇσι δὲ Σειληνοί τε καὶ εὔσκοπος ἀργεϊφόντης
|
|
|
263. μίσγοντ' ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.
|
|
|
264. τῇσι δ' ἅμ' ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι
|
|
|
265. γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ
|
|
|
266. καλαὶ τηλεθάουσαι ἐν οὔρεσιν ὑψηλοῖσιν.
|
|
|
267. ἑστᾶσ' ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν
|
|
|
268. ἀθανάτων· τὰς δ' οὔ τι βροτοὶ κείρουσι σιδήρῳ.
|
|
|
269. ἀλλ' ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο
|
|
|
270. ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,
|
|
|
271. φλοιὸς δ' ἀμφιπεριφθινύθει, πίπτουσι δ' ἄπ' ὄζοι,
|
|
|
272. τῶν δέ χ' ὁμοῦ ψυχὴ λείποι φάος ἠελίοιο.
|
|
|
273. αἱ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.
|
|
|
274. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη
|
|
|
275. ἄξουσίν σοι δεῦρο θεαί, δείξουσί τε παῖδα·
|
|
|
276. σοὶ δ' ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,
|
|
|
277. ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.
|
|
|
278. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,
|
|
|
279. γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·
|
|
|
280. ἄξεις δ' αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.
|
|
|
281. ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων
|
|
|
282. ἥ τις σοὶ φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,
|
|
|
283. τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος ὥς σε κελεύω·
|
|
|
284. φασίν τοι νύμφης καλυκώπιδος ἔκγονον εἶναι
|
|
|
285. αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.
|
|
|
286. εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ
|
|
|
287. ἐν φιλότητι μιγῆναι ἐϋστεφάνῳ Κυθερείῃ,
|
|
|
288. Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.
|
|
|
289. εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας
|
|
|
290. ἴσχεο μηδ' ὀνόμαινε, θεῶν δ' ἐποπίζεο μῆνιν.
|
|
|
291. ὣς εἰποῦσ' ἤϊξε πρὸς οὐρανὸν ἠνεμόεντα.
|
|
|
292. χαῖρε θεὰ Κύπροιο ἐϋκτιμένης μεδέουσα·
|
|
|
293. σεῦ δ' ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
|
Error occured:
Success!
Logging in...
Logging out...
Login
Logout
To logout click this button