Page 1 of 9 pages 1 2 3 > Last »
Homer's Iliad 1 — Text tables
Generate text table:
Enter entry_id of the first verse in a range
Enter number of the first verse in a range
Enter entry_id of the last verse in a range
Enter number of the last verse in a range
| entry_id, number of verse and text of verse | |
|---|---|
| 597 | 1. Μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος |
| 598 | 2. οὐλομένην, ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε, |
| 599 | 3. πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν |
| 600 | 4. ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν |
| 601 | 5. οἰωνοῖσί τε πᾶσι, Διὸς δ' ἐτελείετο βουλή, |
| 602 | 6. ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε |
| 603 | 7. Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς. |
| 604 | 8. τίς τ' ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; |
| 605 | 9. Λητοῦς καὶ Διὸς υἱός· ὁ γὰρ βασιλῆϊ χολωθεὶς |
| 606 | 10. νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί, |
| 607 | 11. οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα |
| 608 | 12. Ἀτρεΐδης· ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν |
| 609 | 13. λυσόμενός τε θύγατρα φέρων τ' ἀπερείσι' ἄποινα, |
| 610 | 14. στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος |
| 611 | 15. χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, |
| 612 | 16. Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν· |
| 613 | 17. “Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐυκνήμιδες Ἀχαιοί, |
| 614 | 18. ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ' ἔχοντες |
| 615 | 19. ἐκπέρσαι Πριάμοιο πόλιν, ἐὺ δ' οἴκαδ' ἱκέσθαι· |
| 616 | 20. παῖδα δ' ἐμοὶ λύσαιτε φίλην, τὰ δ' ἄποινα δέχεσθαι, |
| 617 | 21. ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.” |
| 618 | 22. ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ |
| 619 | 23. αἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· |
| 620 | 24. ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, |
| 621 | 25. ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε· |
| 622 | 26. “μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω |
| 623 | 27. ἢ νῦν δηθύνοντ' ἢ ὕστερον αὖτις ἰόντα, |
| 624 | 28. μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο. |
| 625 | 29. τὴν δ' ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν |
| 626 | 30. ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης, |
| 627 | 31. ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν. |
| 628 | 32. ἀλλ' ἴθι, μή μ' ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.” |
| 629 | 33. ὧς ἔφατ', ἔδδεισεν δ' ὁ γέρων καὶ ἐπείθετο μύθῳ, |
| 630 | 34. βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης. |
| 631 | 35. πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρᾶθ' ὁ γεραιὸς |
| 632 | 36. Ἀπόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Λητώ· |
| 633 | 37. “κλῦθί μευ, ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας |
| 634 | 38. Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις, |
| 635 | 39. Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα, |
| 636 | 40. ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα |
| 637 | 41. ταύρων ἠδ' αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ· |
| 638 | 42. τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.” |
| 639 | 43. ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων, |
| 640 | 44. βῆ δὲ κατ' Οὐλύμποιο καρήνων χωόμενος κῆρ, |
| 641 | 45. τόξ' ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην. |
| 642 | 46. ἔκλαγξαν δ' ἄρ' ὀϊστοὶ ἐπ' ὤμων χωομένοιο, |
| 643 | 47. αὐτοῦ κινηθέντος· ὃ δ' ἤϊε νυκτὶ ἐοικώς. |
| 644 | 48. ἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, μετὰ δ' ἰὸν ἕηκε· |
| 645 | 49. δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο. |
| 646 | 50. οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, |
| 647 | 51. αὐτὰρ ἔπειτ' αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς |
| 648 | 52. βάλλ'· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. |
| 649 | 53. ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, |
| 650 | 54. τῇ δεκάτῃ δ' ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς· |
| 651 | 55. τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη· |
| 652 | 56. κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνῄσκοντας ὁρᾶτο. |
| 653 | 57. οἱ δ' ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο, |
| 654 | 58. τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 655 | 59. “Ἀτρεΐδη, νῦν ἄμμε πάλιν πλαγχθέντας ὀΐω |
| 656 | 60. ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, |
| 657 | 61. εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. |
| 658 | 62. ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα |
| 659 | 63. ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν, |
| 660 | 64. ὅς κ' εἴποι ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, |
| 661 | 65. εἴτ' ἄρ' ὅ γ' εὐχωλῆς ἐπιμέμφεται ἠδ' ἑκατόμβης· |
| 662 | 66. αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων |
| 663 | 67. βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.” |
| 664 | 68. ἦ τοι ὅ γ' ὧς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη |
| 665 | 69. Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ' ἄριστος, |
| 666 | 70. ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα, |
| 667 | 71. καὶ νήεσσ' ἡγήσατ' Ἀχαιῶν Ἴλιον εἴσω |
| 668 | 72. ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων· |
| 669 | 73. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· |
| 670 | 74. “ὦ Ἀχιλεῦ, κέλεαί με, διίφιλε, μυθήσασθαι |
| 671 | 75. μῆνιν Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος· |
Error occured:
Success!
Logging in...
Logging out...
Login
Logout
To logout click this button