Page 2 of 9 pages < 1 2 3 4 > Last »
Homer's Iliad 1 — Text tables
Generate text table:
Enter entry_id of the first verse in a range
Enter number of the first verse in a range
Enter entry_id of the last verse in a range
Enter number of the last verse in a range
| entry_id, number of verse and text of verse | |
|---|---|
| 672 | 76. τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μοι ὄμοσσον |
| 673 | 77. ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν. |
| 674 | 78. ἦ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων |
| 675 | 79. Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί. |
| 676 | 80. κρείσσων γὰρ βασιλεὺς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ· |
| 677 | 81. εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, |
| 678 | 82. ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, |
| 679 | 83. ἐν στήθεσσιν ἑοῖσι. σὺ δὲ φράσαι, εἴ με σαώσεις.” |
| 680 | 84. τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 681 | 85. “θαρσήσας μάλα εἰπὲ θεοπρόπιον, ὅ τι οἶσθα· |
| 682 | 86. οὐ μὰ γὰρ Ἀπόλλωνα διίφιλον, ᾧ τε σύ, Κάλχαν, |
| 683 | 87. εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, |
| 684 | 88. οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο |
| 685 | 89. σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει |
| 686 | 90. συμπάντων Δαναῶν, οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς, |
| 687 | 91. ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.” |
| 688 | 92. καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων· |
| 689 | 93. “οὔτ' ἄρ ὅ γ' εὐχωλῆς ἐπιμέμφεται οὐδ' ἑκατόμβης, |
| 690 | 94. ἀλλ' ἕνεκ' ἀρητῆρος, ὃν ἠτίμησ' Ἀγαμέμνων |
| 691 | 95. οὐδ' ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ' ἄποινα, |
| 692 | 96. τοὔνεκ' ἄρ' ἄλγε' ἔδωκεν ἑκηβόλος ἠδ' ἔτι δώσει. |
| 693 | 97. οὐδ' ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει, |
| 694 | 98. πρίν γ' ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην |
| 695 | 99. ἀπριάτην ἀνάποινον, ἄγειν θ' ἱερὴν ἑκατόμβην |
| 696 | 100. ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.” |
| 697 | 101. ἦ τοι ὅ γ' ὧς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη |
| 698 | 102. ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων |
| 699 | 103. ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφὶ μέλαιναι |
| 700 | 104. πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην. |
| 701 | 105. Κάλχαντα πρώτιστα κάκ' ὀσσόμενος προσέειπε· |
| 702 | 106. “μάντι κακῶν, οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας· |
| 703 | 107. αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, |
| 704 | 108. ἐσθλὸν δ' οὔτέ τί πω εἶπας ἔπος οὔτ' ἐτέλεσσας. |
| 705 | 109. καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις, |
| 706 | 110. ὡς δὴ τοῦδ' ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, |
| 707 | 111. οὕνεκ' ἐγὼ κούρης Χρυσηΐδος ἀγλά' ἄποινα |
| 708 | 112. οὐκ ἔθελον δέξασθαι, — ἐπεὶ πολὺ βούλομαι αὐτὴν |
| 709 | 113. οἴκοι ἔχειν. καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα, |
| 710 | 114. κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων, |
| 711 | 115. οὐ δέμας οὐδὲ φυήν, οὔτ' ἂρ φρένας οὔτέ τι ἔργα. |
| 712 | 116. ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τό γ' ἄμεινον· |
| 713 | 117. βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι. |
| 714 | 118. αὐτὰρ ἐμοὶ γέρας αὐτίχ' ἑτοιμάσατ', ὄφρα μὴ οἶος |
| 715 | 119. Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε· |
| 716 | 120. λεύσσετε γὰρ τό γε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ.” |
| 717 | 121. τὸν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· |
| 718 | 122. “Ἀτρεΐδη κύδιστε, φιλοκτεανώτατε πάντων, |
| 719 | 123. πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; |
| 720 | 124. οὐδέ τί πω ἴδμεν ξυνήϊα κείμενα πολλά, |
| 721 | 125. ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, |
| 722 | 126. λαοὺς δ' οὐκ ἐπέοικε παλίλλογα ταῦτ' ἐπαγείρειν. |
| 723 | 127. ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες, αὐτὰρ Ἀχαιοὶ |
| 724 | 128. τριπλῇ τετραπλῇ τ' ἀποτίσομεν, αἴ κέ ποθι Ζεὺς |
| 725 | 129. δῷσι πόλιν Τροίην ἐυτείχεον ἐξαλαπάξαι.” |
| 726 | 130. τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· |
| 727 | 131. “μὴ δ' οὕτως, ἀγαθός περ ἐών, θεοείκελ' Ἀχιλλεῦ, |
| 728 | 132. κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. |
| 729 | 133. ἦ ἐθέλεις, ὄφρ' αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ' αὔτως |
| 730 | 134. ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ' ἀποδοῦναι; |
| 731 | 135. ἀλλ' εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ, |
| 732 | 136. ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται· |
| 733 | 137. εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι |
| 734 | 138. ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος |
| 735 | 139. ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι. |
| 736 | 140. ἀλλ' ἦ τοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, |
| 737 | 141. νῦν δ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, |
| 738 | 142. ἐν δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ' ἑκατόμβην |
| 739 | 143. θείομεν, ἂν δ' αὐτὴν Χρυσηΐδα καλλιπάρῃον |
| 740 | 144. βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, |
| 741 | 145. ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς |
| 742 | 146. ἠὲ σύ, Πηλεΐδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν, |
| 743 | 147. ὄφρ' ἡμῖν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.” |
| 744 | 148. τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 745 | 149. “ὤμοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον, |
| 746 | 150. πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν |
Error occured:
Success!
Logging in...
Logging out...
Login
Logout
To logout click this button