Homeric Hymns — Text tables
Text based on: Evelyn-White H. G. Hesiod, the Homeric Hymns and Homerica. London: William Heinemann; New York: Macmillan. 1914.
Generate text table:
Enter entry_id of the first verse in a range
Enter number of the first verse in a range
Enter entry_id of the last verse in a range
Enter number of the last verse in a range
Hymn 1 to Dionysus
| entry_id, number of verse and text of verse | |
|---|---|
| 3179 | 1. οἱ μὲν γὰρ Δρακάνῳ σ', οἱ δ' Ἰκάρῳ ἠνεμοέσσῃ |
| 3180 | 2. φάσ', οἱ δ' ἐν Νάξῳ, δῖον γένος εἰραφιῶτα, |
| 3181 | 3. οἱ δέ σ' ἐπ' Ἀλφειῷ ποταμῷ βαθυδινήεντι |
| 3182 | 4. κυσαμένην Σεμέλην τεκέειν Διῒ τερπικεραύνῳ, |
| 3183 | 5. ἄλλοι δ' ἐν Θήβῃσιν ἄναξ σε λέγουσι γενέσθαι |
| 3184 | 6. ψευδόμενοι· σὲ δ' ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε |
| 3185 | 7. πολλὸν ἀπ' ἀνθρώπων κρύπτων λευκώλενον Ἥρην. |
| 3197 | 8. ἔστι δέ τις Νύση ὕπατον ὄρος ἀνθέον ὕλῃ |
| 3198 | 9. τηλοῦ Φοινίκης σχεδὸν Αἰγύπτοιο ῥοάων |
| 3199 | 10. καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλ' ἐνὶ νηοῖς. |
| 3200 | 11. ὡς δὲ τάμεν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ |
| 3201 | 12. ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας. |
| 3202 | 13. ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων· |
| 3203 | 14. ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος |
| 3204 | 15. κρατὸς ἀπ' ἀθανάτοιο, μέγαν δ' ἐλέλιξεν Ὄλυμπον. |
| 3205 | 16. ὣς εἰπὼν ἐκέλευσε καρήατι μητίετα Ζεύς. |
| 3206 | 17. ἵληθ' εἰραφιῶτα γυναιμανές· οἱ δέ σ' ἀοιδοὶ |
| 3207 | 18. ᾄδομεν ἀρχόμενοι λήγοντές τ', οὐδέ πῃ ἔστι |
| 3208 | 19. σεῖ' ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς. |
| 3209 | 20. καὶ σὺ μὲν οὕτω χαῖρε Διώνυσ' εἰραφιῶτα, |
| 3210 | 21. σὺν μητρὶ Σεμέλῃ ἥν περ καλέουσι Θυώνην. |
Hymn 2 to Demeter
| entry_id, number of verse and text of verse | |
|---|---|
| 3186 | 1. Δήμητρ' ἠΰκομον σεμνὴν θεὰν ἄρχομ' ἀείδειν, |
| 3187 | 2. αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον ἣν Ἀϊδωνεὺς |
| 3188 | 3. ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς, |
| 3189 | 4. νόσφιν Δήμητρος χρυσαόρου ἀγλαοκάρπου |
| 3190 | 5. παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις, |
| 3191 | 6. ἄνθεά τ' αἰνυμένην ῥόδα καὶ κρόκον ἠδ' ἴα καλὰ |
| 3192 | 7. λειμῶν' ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ' ὑάκινθον |
| 3193 | 8. νάρκισσόν θ', ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ |
| 3194 | 9. Γαῖα Διὸς βουλῇσι χαριζομένη πολυδέκτῃ |
| 3195 | 10. θαυμαστὸν γανόωντα, σέβας τότε πᾶσιν ἰδέσθαι |
| 3196 | 11. ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις· |
| 3211 | 12. τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει, |
| 3212 | 13. κὦζ' ἥδιστ' ὀδμή, πᾶς δ' οὐρανὸς εὐρὺς ὕπερθε |
| 3213 | 14. γαῖά τε πᾶσ' ἐγέλασσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης. |
| 3214 | 15. ἡ δ' ἄρα θαμβήσασ' ὠρέξατο χερσὶν ἅμ' ἄμφω |
| 3215 | 16. καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια |
| 3216 | 17. Νύσιον ἂμ πεδίον τῇ ὄρουσεν ἄναξ πολυδέγμων |
| 3217 | 18. ἵπποις ἀθανάτοισι Κρόνου πολυώνυμος υἱός. |
| 3218 | 19. ἁρπάξας δ' ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν |
| 3219 | 20. ἦγ' ὀλοφυρομένην· ἰάχησε δ' ἄρ' ὄρθια φωνῇ |
| 3220 | 21. κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον. |
| 3221 | 22. οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων |
| 3222 | 23. ἤκουσεν φωνῆς, οὐδ' ἀγλαόκαρποι ἐλαῖαι, |
| 3223 | 24. εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα |
| 3224 | 25. ἄϊεν ἐξ ἄντρου Ἑκάτη λιπαροκρήδεμνος, |
| 3225 | 26. Ἠέλιός τε ἄναξ Ὑπερίονος ἀγλαὸς υἱός, |
| 3226 | 27. κούρης κεκλομένης πατέρα Κρονίδην· ὁ δὲ νόσφιν |
| 3227 | 28. ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ |
| 3228 | 29. δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων. |
| 3229 | 30. τὴν δ' ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι |
| 3230 | 31. πατροκασίγνητος πολυσημάντωρ πολυδέγμων |
| 3231 | 32. ἵπποις ἀθανάτοισι Κρόνου πολυώνυμος υἱός. |
| 3232 | 33. ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα |
| 3233 | 34. λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα |
| 3234 | 35. αὐγάς τ' ἠελίου, ἔτι δ' ἤλπετο μητέρα κεδνὴν |
| 3235 | 36. ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων, |
| 3236 | 37. τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ· |
| 3237 | 38. ἤχησαν δ' ὀρέων κορυφαὶ καὶ βένθεα πόντου |
| 3238 | 39. φωνῇ ὑπ' ἀθανάτῃ, τῆς δ' ἔκλυε πότνια μήτηρ. |
| 3239 | 40. ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις |
| 3240 | 41. ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι, |
| 3241 | 42. κυάνεον δὲ κάλυμμα κατ' ἀμφοτέρων βάλετ' ὤμων, |
| 3242 | 43. σεύατο δ' ὥς τ' οἰωνὸς ἐπὶ τραφερήν τε καὶ ὑγρὴν |
| 3243 | 44. μαιομένη· τῇ δ' οὔ τις ἐτήτυμα μυθήσασθαι |
| 3244 | 45. ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, |
| 3245 | 46. οὔτ' οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν. |
| 3248 | 47. ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ |
| 3249 | 48. στρωφᾶτ' αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα, |
| 3250 | 49. οὐδέ ποτ' ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο |
| 3251 | 50. πάσσατ' ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς. |
| 3252 | 51. ἀλλ' ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς Ἠὼς |
| 3253 | 52. ἤντετό οἱ Ἑκάτη σέλας ἐν χείρεσσιν ἔχουσα, |
| 3254 | 53. καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε· |
| 3255 | 54. πότνια Δημήτηρ ὡρηφόρε ἀγλαόδωρε |