Homeric Hymns — Text tables
Text based on: Evelyn-White H. G. Hesiod, the Homeric Hymns and Homerica. London: William Heinemann; New York: Macmillan. 1914.
Generate text table:
Enter entry_id of the first verse in a range
Enter number of the first verse in a range
Enter entry_id of the last verse in a range
Enter number of the last verse in a range
Hymn 2 to Demeter
| entry_id, number of verse and text of verse | |
|---|---|
| 3256 | 55. τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων |
| 3257 | 56. ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν; |
| 3258 | 57. φωνῆς γὰρ ἤκουσ', ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν |
| 3259 | 58. ὅς τις ἔην· σοὶ δ' ὦκα λέγω νημερτέα πάντα. |
| 3260 | 59. ὣς ἄρ' ἔφη Ἑκάτη· τὴν δ' οὐκ ἠμείβετο μύθῳ |
| 3261 | 60. Ῥείης ἠϋκόμου θυγάτηρ, ἀλλ' ὦκα σὺν αὐτῇ |
| 3262 | 61. ἤϊξ' αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα. |
| 3263 | 62. Ἠέλιον δ' ἵκοντο θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν, |
| 3264 | 63. στὰν δ' ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων· |
| 3265 | 64. Ἠέλι' αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ |
| 3266 | 65. ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα. |
| 3267 | 66. κούρην τὴν ἔτεκον γλυκερὸν θάλος εἴδεϊ κυδρὴν |
| 3268 | 67. τῆς ἁδινὴν ὄπ' ἄκουσα δι' αἰθέρος ἀτρυγέτοιο |
| 3269 | 68. ὥς τε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν. |
| 3270 | 69. ἀλλὰ σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον |
| 3271 | 70. αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι, |
| 3272 | 71. νημερτέως μοι ἔνισπε φίλον τέκος εἴ που ὄπωπας |
| 3273 | 72. ὅς τις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ |
| 3274 | 73. οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων. |
| 3275 | 74. ὣς φάτο, τὴν δ' Ὑπεριονίδης ἠμείβετο μύθῳ· |
| 3276 | 75. Ῥείης ἠϋκόμου θυγάτηρ Δήμητερ ἄνασσα |
| 3277 | 76. εἰδήσεις· δὴ γὰρ μέγα ἅζομαι ἠδ' ἐλεαίρω |
| 3278 | 77. ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος |
| 3279 | 78. αἴτιος ἀθανάτων εἰ μὴ νεφεληγερέτα Ζεύς, |
| 3280 | 79. ὅς μιν ἔδωκ' Ἀΐδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν |
| 3281 | 80. αὐτοκασιγνήτῳ· ὁ δ' ὑπὸ ζόφον ἠερόεντα |
| 3282 | 81. ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν. |
| 3283 | 82. ἀλλὰ θεὰ κατάπαυε μέγαν γόον· οὐδέ τι σὲ χρὴ |
| 3284 | 83. μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς |
| 3285 | 84. γαμβρὸς ἐν ἀθανάτοις πολυσημάντωρ Ἀϊδωνεὺς |
| 3286 | 85. αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν |
| 3287 | 86. ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη· |
| 3288 | 87. τοῖς μεταναιετάει τῶν ἔλλαχε κοίρανος εἶναι. |
Error occured:
Success!
Logging in...
Logging out...
Login
Logout
To logout click this button